12
ἕτερα· «Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρ ουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὅπου δὲ ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσε ται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ.» Καὶ μετ' ὀλίγα φησίν· «Ἀμὴν, λέγω ὑμῖν, ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γέ νηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λό γοι μου οὐ μὴ παρέλθωσι. Περὶ δὲ τῆς ἡμέρας ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν οὐ ρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος.» Λοιπὸν πάντως τῶν εὐφρονούντων ἐστὶν ἐπιγνῶναι ἐκ τῶν προσημαν θέντων ἐκ τοῦ Σωτῆρος περὶ τῆς ἡμέρας καὶ ὥρας, 28.473 ὅτι γινώσκει ἀσφαλέστατα πότε μέλλει ἔρχεσθαι καὶ ἀποκαθιστάνειν ἅπαντα, καθὼς προώρισται, πρὸς τὴν ἀδιάζευκτον αὐτοῦ βουλὴν καὶ τοῦ Πατρὸς αὐτοῦ. Λαβὼν γὰρ τὸ Εὐαγγέλιον ἐν χερσὶν, ἀνάγνωθι τὴν περικοπὴν τοῦ Ματθαίου περὶ τοῦ ζητουμένου, καὶ ἔσται σοι πάντα κατάδηλα, ὡς οὐκ ἀγνοεῖ ὁ Κύριος περὶ τῆς ἡμέρας. Εἰ δὲ ἠγνόει, πῶς ἠδύνατο τὰ μη δέπω ὄντα, μήτε μὴν γενόμενα σημεῖά τε καὶ πειρατήρια, ἅπερ προτρέχουσι πρὸ τῆς ἡμέρας, προλέγειν; ἕως γὰρ τῆς συντελείας καὶ παρουσίας ἑαυτοῦ προεδήλωσε τὰ σημεῖα, καὶ τὰς ποιότητας αὐτῶν, ὡς δύνασθαι καὶ τοὺς σπουδαιοτέρους καὶ φιλοπόνους ἐπιγνῶναι τὸν καιρὸν ἐκ τῶν προ μεμνημένων πρὸς τοῦ Κυρίου. Ἄρ. εἶπεν· Εἰ ἀληθῶς ἐπίσταται τὴν ἡμέραν, διὰ τί αὐτὸς ἔφη· «Οὐδὲ ὁ Υἱὸς οἶδε τὴν ἡμέραν ἐκείνην;» Ἀθ. εἶπεν· Οὐκ εἶπεν ὁ Κύριος, Οὐδὲ ἐγὼ οἶδα τὴν ἡμέραν ἐκείνην. Τοῦτο γὰρ ἀκόλου θον ἦν φάναι τὸν Κύριον, εἴπερ ἤθελε περὶ ἑαυτοῦ παραστῆσαι, ὡς μὴ ἔχων γνῶσιν τοῦ πράγματος. Καὶ ἐν μὲν τῷ Ματθαίῳ οὐ φέρεται, Οὐδὲ ὁ Υἱὸς οἶδε τὴν ἡμέραν ἐκείνην· οἱ δὲ λοιποὶ εὐαγγε λισταὶ παρέλιπον τὴν περὶ τούτου διήγησιν· μονώ τατος δὲ Μάρκος ἔφη· «Οὐδὲ ὁ Υἱὸς» οἶδε τὴν ἡμέραν. Καὶ τὴν τοῦ Μάρκου ἀφήγησιν ἐν στέρνοις σου γνῶθι, ὅτι οὐκ ἀγνοεῖ ὁ Κύριος τὴν ἡμέραν. Φησὶ γὰρ ὁ Κύριος Ἰησοῦς· «Περὶ δὲ τῆς ἡμέρας ἐκεί νης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐ ρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ.» Γινώσκων γὰρ ἑαυτὸν μὴ διεστῶτα ἀπὸ τοῦ Πατρὸς κατ' οὐσίαν, ἀλλ' ἡνωμένον τῇ θεότητι τῷ Θεῷ Πατρὶ αὐτοῦ, τὴν ἑαυτοῦ πρόγνωσιν ἐν τῇ τοῦ Πατρὸς προγνώσει ἐσήμανεν, ὥς φησιν ὁ Κύριος· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ πάλιν· «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Οὐχ ἕνεκεν κτιστῶν πραγμάτων τοῦτο ἔφη ὁ Σωτὴρ τὸ, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· ἀλλ' ὅσα ἀνῆκε τῇ θεότητι τοῦ Πατρὸς, αὐτὰ ἴδια ἔφη ὁ Κύριος, οἷον τὸ ἀθάνατον, τὸ ἄφθαρτον, τὸ ἀχεί ρωτον, τὸ ἄτρεπτον, τὸ ἀκατάληπτον, τὸ δυνατὸν, τὸ προγνωστικὸν, καὶ ὅσα ἐστὶν ὁ Πατὴρ ἔχων, ταῦτα ἴδια τοῦ Υἱοῦ τυγχάνει. Ἀγνοεῖν δὲ ἔφη, ὡς προείρηται, ἀγγέλους καὶ τὸν Υἱόν. Ἄρ. εἶπε· Μὴ ἄλλος ἐστὶν ὁ Υἱός; Ἀθ. εἶπεν· Υἱὸς μὲν ἀληθινὸς τοῦ Θεοῦ εἷς τυγχάνει ὁ Λόγος καὶ Θεός. Ἔστι δὲ καὶ ὡς ἄλλος Υἱὸς υἱοποιη θεὶς διὰ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὥς φησιν ὁ θεῖος Ἀπόστολος· «Οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβομεν πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ, ὁ Πατήρ.» Ὁ δὲ Χριστὸς διαῤῥήδην πρὸς τοὺς ἀποστόλους ἔφη· «Τεκνία μου, ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι, καὶ πορεύομαι πρὸς τὸν πέμψαντά με·» καὶ πρὸς Ἰουδαίους δέ φησιν ἐν παραβολαῖς οὕτως· «Ἄνθρωπός τις ἔχων δύο υἱοὺς, προσελθὼν τῷ πρεσβυτέρῳ, εἶπε· Πορεύου, ἐργάζου εἰς τὸν ἀμπελῶνά μου. Ὁ δὲ, ἀποκριθεὶς, ἔφη· Ἐγὼ, κύριε, 28.476 καὶ οὐκ ἀπῆλθεν. Εἶτα προσελθὼν τῷ ἑτέρῳ, ἔφη· Πορεύου, ἐργάζου εἰς τὸν ἀμπελῶνά μου. Ὁ δέ φησιν· Οὐ θέλω. Ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν.» Ἐρωτᾷ δὲ ὁ Κύριος· Τίς ἐποίησεν τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ; ἀποκριθέντες δὲ οἱ Ἰουδαῖοί φασιν· «Ὁ ἔσχατος υἱός.» Ὁμολογουμένως δὲ, ὁ μὲν πατὴρ ὁ τῶν ὅλων Θεὸς