12
αὐστηρότερον εἶναι τῆς φιλοσοφίας μέρος καὶ παρρησίας καὶ ἐγκρατείας ἕνεκεν οὕτως αἰσχρὸς καὶ ἄτοπος καὶ περιττὸς ἀποφαίνηται- καὶ γὰρ καὶ τὸ ἀνθρώπων ἀπογεύεσθαι ἔλεγεν ἀδιάφορον εἶναι-τίς ἡμῖν πρὸς τοὺς ἄλλους λόγος ἔσται λοιπὸν τοῦ κατὰ τὴν κορυφὴν τοῦ ἐπιτηδεύματος ὑπὲρ τοὺς ἄλλους λάμψαντος οὕτω καταγελάστου καὶ μειρακιώδους καὶ ἀνοήτου δειχθέντος ἅπασι;
50 ∆ι' ὅπερ ἐπανίωμεν ὅθεν ταῦτα εἰπεῖν ἐξέβημεν. Τοὺς μὲν οὖν ἀπίστους οὕτω συνέστειλεν ὁ μακάριος τοὺς δὲ πιστοὺς εὐλαβεστέρους κατέστησεν οὐκ ἰδιώτας μόνον ἀλλὰ καὶ στρατιώτας καὶ στρατηγοὺς καὶ ὑπάρχους δείξας ὅτι ὁ βασιλεὺς καὶ ὁ πάντων ἔσχατος παρὰ Χριστιανοῖς ὀνόματα μόνον ἐστὶ καὶ τῶν ἐλαχίστων ὁ τὸ διάδημα ἔχων οὐδὲν ἔσται σεμνότερος ὅταν κολάζεσθαι καὶ ἐπιτιμᾶσθαι δέῃ. Πρὸς δὲ τούτοις τοὺς βουλομένους ἀναισχυντεῖν καὶ κόμπον τινὰ πεπλασμένον τὰ παρ' ἡμῖν εἶναι λέγοντας ἐπεστόμισε τὴν τῶν ἀποστόλων παρρησίαν διὰ τῶν ἔργων ἐπιδείξας καὶ διδάξας ὅτι καὶ πάλαι τοιούτους ἄνδρας γενέσθαι εἰκὸς ἦν ὅτε καὶ πλείονα ἡ τῶν σημείων ἐπίδειξις παρεῖχε τὴν ἐξουσίαν αὐτοῖς.
51 Ἔστι τι καὶ τρίτον κατόρθωμα οὐ τὸ τυχόν· τῶν γὰρ μετὰ ταῦτα ἱερᾶσθαι καὶ βασιλεύειν μελλόντων τὰ φρονήματα τῶν μὲν κατέστειλε τῶν δὲ ἐπῆρεν ἀποφήνας ὅτι τῆς γῆς καὶ τῶν ἐν τῇ γῇ πραττομένων κυριώτερος ἐπίτροπος ὁ τὴν ἱερωσύνην λαχὼν τοῦ τὴν ἀλουργίδα ἔχοντός ἐστι καὶ χρὴ ἐξουσίας ταύτης τὸ μέγεθος μὴ ἐλαττοῦν ἀλλὰ τῆς ψυχῆς ἐξίστασθαι πρότερον ἢ τῆς αὐθεντίας ἣν ὁ Θεὸς ἄνωθεν ταύτῃ συνεκλήρωσε τῇ ἀρχῇ. Ὁ μὲν γὰρ οὕτως ἀποθανὼν καὶ μετὰ τὴν τελευτὴν δύναιτ' ἂν ἅπαντας ὠφελεῖν, ὁ δὲ ταύτην τὴν τάξιν λιπὼν οὐ μόνον μετὰ τὸν θάνατον οὐδένα ὤνησεν ἀλλὰ καὶ ζῶν τῶν τε ὑπ' αὐτῷ ταττομένων τοὺς πλείονας μαλακωτέρους εἰργάσατο καὶ παρὰ τοῖς ἔξωθεν ἐπονείδιστος καὶ καταγέλαστος γίνεται. Καὶ ἀπελθὼν δὲ ἐντεῦθεν μετὰ πολλῆς αἰσχύνης καὶ κατηφείας παραστήσεται τῷ βήματι τοῦ Χριστοῦ ἐκεῖθεν τε αὐτὸν πάλιν εἰς τὴν κάμινον ἀπάξουσιν ἕλκουσαι αἱ πρὸς τοῦτο ταχθεῖσαι δυνάμεις. ∆ιά τοι τοῦτο σοφός τις παραινεῖ λόγος· "μὴ λάβης πρόσωπον κατὰ τῆς ψυχῆς σου." Εἰ δὲ ἀνδρὸς ἀδικουμένου οὐκ ἀσφαλὲς ὑποκρίνεσθαι, τῶν θείων νόμων ὑβριζομένων ὁ σιγήσας καὶ παριδὼν τίνος οὐκ ἔσται κολάσεως ἄξιος;
52 Μετὰ δὲ τούτων καὶ ἕτερόν τι τούτων οὐχ ἧττον ἐδίδαξέ τι καλόν-ὅτι τὰ αὑτοῦ ποιεῖν ἕκαστον χρὴ κἂν μηδεὶς ὁ δεχόμενος ᾖ τῶν γινομένων τὸ κέρδος. Οὐδὲ γὰρ αὐτός τι τότε τῆς παρρησίας εἰς τὴν ὠφέλειαν ἀπώνατο τοῦ βασιλέως, ἀλλ' ὅμως τὸ αὐτοῦ πᾶν ἐπλήρωσε καὶ ἐνέλιπεν οὐδέν. Ὁ δὲ κάμνων διὰ τῆς οἰκείας ἀπονοίας ἐλυμήνατο τοῦ τεχνίτου τὴν ἐπιστήμην μετὰ πολλοῦ τοῦ θυμοῦ τὸ φάρμακον ἀπὸ τοῦ τραύματος ἀφελών. Ὥσπερ γὰρ οὐκ ἀρκοῦν εἰς ἀσέβειαν τὸ φονεῦσαι καὶ ἀναισχύντως ἐπιπηδῆσαι τῷ ναῷ τοῦ Θεοῦ, προσετίθει φόνῳ φόνον ἕτερον καὶ καθάπερ φιλονεικῶν ὁμοῦ καὶ νικῆσαι τοῖς δευτέροις τὰ πρότερα καὶ τὰ τῶν φθασάντων πάθη ἀμαυρῶσαι τῇ τῶν ὑστέρων ὑπερβολῇ τοιαύτη γὰρ ἡ τοῦ διαβόλου μανία τὰ ἐναντία κατασκευάζειν ἅμα οὕτως ἀμφοτέραις ταῖς σφαγαῖς ἔχειν τι κατάλληλον ἐξαίρετον ἔδωκεν. Καὶ ἦν ἡ μὲν προτέρα ἐλεεινοτέρα τῆς δευτέρας ἡ τοῦ παιδός, ἡ δὲ δευτέρα ἐναγεστέρα τῆς προτέρας ἡ τοῦ μακαρίου Βαβύλα.
53 Ψυχὴ γὰρ ἅπαξ ἁμαρτίας γευσαμένη καὶ ἀναλγήτως διατεθεῖσα πολλὴν παρέχει τῷ νοσήματι τὴν προσθήκην. Καὶ οἷον εἰς ὕλην ἄφατον σπινθὴρ ἐμπεσὼν καίει μὲν εὐθέως τὸ προστυγχάνον οὐχ ἵσταται δὲ μέχρις ἐκείνου μόνον ἀλλὰ πᾶν ἐπινέμεται τὸ λοιπόν, καὶ ὅσῳ ἂν πλείονα λάβῃ τῇ φλογὶ τοσούτῳ πλείονα προσλαμβάνει τὴν ἰσχὺν πρὸς τὴν τῶν λοιπῶν ἀπώλειαν καὶ γίνεται τῶν ἁλόντων ξύλων τὸ πλῆθος τοῖς ἁλίσκεσθαι μέλλουσιν ἐπιβουλὴ τοῖς ληφθεῖσι κατὰ τῶν