1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

12

δεῖ μεταπείθεσθαι, ἀφ' ὧν ἐδιδάχθητε. Ἢ διὰ πνεύματος. Τοὺς ψευδοπροφήτας οὕτω καλεῖ πνεύματι ἀκαθάρτῳ λαλοῦντας, ἅπερ ἐλάλουν. Βουλόμενοι γὰρ οὗτοι μᾶλλον πιστεύεσθαι, οὐ μόνον διὰ πιθανολογίας ἐπεχείρουν ἀπατᾷν· τοῦτο γὰρ ἐμφαίνει εἰπὼν, Μήτε διὰ λόγου· ἀλλὰ καὶ πεπλασμένην ἐπιστολὴν ἐπεδείκνυον ὡς ἀπὸ τοῦ Παύλου, τὸ αὐτὸ τοῦτο δηλοῦσαν. ∆ιὰ τοῦτο καὶ αὐτὸ ἐμφαίνων ἐπήγαγε τὸ, Μήτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν. Πανταχόθεν τοίνυν αὐτοὺς ἀσφαλισάμενος, οὕτω τὴν οἰκείαν γνώμην ἐκτίθεται, καὶ λέγει· Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεός. Περὶ τοῦ ἀντιχρίστου ἐνταῦθα διαλέγεται, καὶ μεγάλα ἀποκαλύπτει μυστήρια. Τί ἐστιν ἡ ἀποστασία; Αὐτὸν καλεῖ τὸν ἀντίχριστον ἀποστασίαν, ὡς πολλοὺς μέλλοντα ἀπολλύναι καὶ ἀφιστᾷν· Ὥστε, φησὶ, σκανδαλισθῆναι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. Καὶ ἄνθρωπον ἁμαρτίας αὐτὸν καλεῖ· μυρία γὰρ ἐργάσεται καὶ παρασκευάσει ἑτέρους ἐργάσασθαι δεινά. Υἱὸν δὲ τῆς ἀπωλείας φησὶν αὐτὸν διὰ τὸ καὶ αὐτὸν ἀπόλλυσθαι. Τίς δὲ οὗτός ἐστιν; ἆρα ὁ σατανᾶς; Οὐδαμῶς· ἀλλ' ἄνθρωπός τις πᾶσαν αὐτοῦ δεχόμενος τὴν ἐνέργειαν· Καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος, φησὶν, ὁ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα. Οὐ γὰρ εἰς εἰδωλολατρείαν ἄξει ἐκεῖνος, ἀλλ' ἀντίθεός τις ἔσται, καὶ πάντας καταλύσει τοὺς θεοὺς, καὶ κελεύσει προσκυνεῖν αὐτὸν ἀντὶ τοῦ Θεοῦ, καὶ καθεσθήσεται εἰς τὸν ναὸν τοῦ Θεοῦ, οὐ τὸν ἐν Ἱεροσολύμοις μόνον, ἀλλὰ καὶ εἰς τὰς πανταχοῦ Ἐκκλησίας. Ἀποδεικνύντα, φησὶν, ἑαυτὸν Θεόν. Οὐκ εἶπε, λέγοντα, ἀλλὰ, πειρώμενον ἀποδεικνύναι· καὶ γὰρ ἔργα μεγάλα ἐργάσεται, καὶ σημεῖα ἐπιδείξεται θαυμαστά. Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; γʹ. Ὁρᾷς ὅτι ἀναγκαῖον συνεχῶς ταὐτὰ λέγειν, καὶ ἐπαντλεῖν τοῖς αὐτοῖς ῥήμασιν; Ἰδοὺ γὰρ καὶ παρόντος ἤκουσαν ταῦτα λέγοντος, καὶ πάλιν ἐδεήθησαν ὑπομνήσεως. Καθάπερ γὰρ περὶ τῶν θλίψεων ἀκούσαντες, Καὶ γὰρ ὅτε ἦμεν, φησὶ, πρὸς ὑμᾶς, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι· ὅμως ἐπελήσθησαν, καὶ πάλιν αὐτοὺς στηρίζει διὰ τῶν γραμμάτων· οὕτω καὶ περὶ τῆς παρουσίας τοῦ Χριστοῦ ἀκούσαντες, πάλιν ἐδέοντο γραμμάτων τῶν ῥυθμιζόντων αὐτούς. Ἀναμιμνήσκει γοῦν αὐτοὺς, καὶ δείκνυσιν ὅτι οὐδὲν ξένον λέγει, ἀλλ' ἅπερ ἀεὶ ἔλεγε. Καθάπερ γὰρ ἐπὶ τῶν γεωργῶν τὰ σπέρματα καταβάλλεται μὲν ἅπαξ, οὐ μένει δὲ διαπαντὸς, ἀλλὰ πολλῆς δεῖται τῆς συγκατασκευῆς, κἂν μὴ τὴν γῆν ἀναμοχλεύσαντες περιστείλωσι τὰ καταβαλλόμενα, τοῖς σπερμολόγοις ὀρνέοις ἔσπειραν· οὕτω καὶ ἡμεῖς, ἂν μὴ τῇ συνεχεῖ μνήμῃ τὰ καταβληθέντα περιστείλωμεν, εἰς τὸν ἀέρα πάντα ἐῤῥίψαμεν. Καὶ γὰρ καὶ ὁ διάβολος ἐξαρπάζει, καὶ ἡ ἡμετέρα ῥᾳθυμία ἀπόλλυσι, καὶ ἥλιος ξηραίνει, καὶ 62.483 ὑετὸς ἐπικλύζει, καὶ ἄκανθαι ἀποπνίγουσιν. Ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβαλόντα ἀπηλλάχθαι, ἀλλὰ πολλῆς δεῖ τῆς ἐπιμελείας καὶ τῆς προσεδρείας τῷ μέλλοντι τοὺς καρποὺς συγκομίζειν, ἀποσοβοῦντι τὰ πετεινὰ, τὰς ἀκάνθας ἐκκόπτοντι, τὰ πετρώδη γῆς πληροῦντι πολλῆς, πᾶσαν λύμην κωλύοντι καὶ ἀποτειχίζοντι καὶ ἀναιροῦντι. Ἀλλ' ἐπὶ μὲν τῆς γῆς τὸ πᾶν τοῦ γεωργοῦ γίνεται· ἄψυχος γὰρ ἐκείνη ὑπόκειται, πρὸς τὸ παθεῖν ἕτοιμος οὖσα μόνον· ἐπὶ δὲ ταύτης τῆς γῆς τῆς πνευματικῆς οὐδαμῶς· οὐ τῶν διδασκάλων ἐστὶ τὸ πᾶν, ἀλλ', εἰ μὴ τὸ πλέον, τὸ γοῦν ἥμισυ καὶ τῶν μαθητῶν. Ἡμῶν μὲν οὖν καταβαλεῖν ἐστι τὸν σπόρον, ὑμῶν δὲ ποιεῖν τὰ λεγόμενα, τῇ μνήμῃ διὰ τῶν ἔργων ἐπιδείκνυσθαι τοὺς καρποὺς, τὰς ἀκάνθας προῤῥίζους ἀνασπᾷν. Ἄκανθα γὰρ ὄντως ὁ πλοῦτος, οὐδένα καρπὸν ἔχων, δυσειδὴς καὶ ὀφθῆναι, καὶ χρήσασθαι ἀηδὴς,