1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

13

τυγχάνει, ὁ δὲ ἀμπελὼν αἱ τρίβοι τῆς δικαιοσύνης, ἐν αἷς προσέταττε τὸν πρεσβύτερον υἱὸν ἐργάζεσθαι. Ὁ δὲ μικρῷ τῷ διαστήματι χαίρειν φράσας τῷ κελεύσματι κατεφρόνησε τοῦ προστάξαντος· οὗτος δὲ ὁ τῶν Ἰουδαίων λαὸς τυγχά νει, ὁ διὰ τὴν ἀπιστίαν ἀπόβλητος γεγονὼς τῆς υἱοθε σίας. Ὁ δὲ νεώτερος υἱὸς τοῦ πατρὸς, ὁ ἐξ ἐθνῶν λαὸς, ὁ παρὰ τὴν ἀρχὴν τῆς κλήσεως παρακούων τῇ ἀπιστίᾳ, τῇ εἰδωλολατρείᾳ κρατούμενος, ὕστερον δὲ μεταμεληθεὶς καὶ πιστεύσας, ὑπήκοος προστάγμα τος πατρικοῦ ἀνεδείχθη. Ἐκ δὲ τῆς ὑπακοῆς φίλος καὶ κληρονόμος, ὡς υἱὸς Πατρὸς, ἀνεφάνη, πάσης τιμῆς καὶ χάριτος ἠξιωμένος πρὸς τοῦ ἰδίου Πατρὸς ἄνευ τῆς ἡμέρας καὶ ὥρας ἐκείνης, λέγω δὴ τῆς συντελείας, ἢ μόνον σημεῖα λαβὼν, ἵνα μὴ ἀγνοῶν, ὅτι ἐγγύς ἐστι τὸ τέλος, πρὸς τὸ μὴ ἀπαρασκεύα στον ὄντα, αἰφνιδίως καταλάβῃ ἡ ἡμέρα. Ἄρ. εἶπεν· Ὁμολογῶ ὀρθῶς εἰρῆσθαι τοῦτο τὸ περὶ τῆς ἡμέρας· τὸ δὲ τῇ οὐσίᾳ ἡνῶσθαι τὸν Υἱὸν τῷ Πατρὶ οὐκ ὀρθῶς ἔχειν φημί. Ἀθ. εἶπεν· Ἐπειδὴ σπουδὴ πρόσεστί σοι οὐ μικρὰ, ψέγειν τὰ καλὰ καὶ καλῶς ὁμολογούμενα πρὸς τῶν εὐσεβῶν, ἀπόδος λόγον, τί ποτε ἄρα ἐστὶν ἡ οὐσία; Ἄρ. εἶπεν· Πᾶν εἴ τί ἐστιν ἐν ὑποστάσει, τοῦτο οὐσία τυγχάνει. Ἀθ. εἶπεν· Ὀρθῶς ἔφης. Ἐπεὶ δὲ ἡμεῖς ἐπὶ τοῦ παρόντος περὶ Θεοῦ λόγον ἔχομεν, εἰπέ μοι ἡ τοῦ Θεοῦ οὐσία τί ἐστι, μήποτε νομισθῶμεν πρὸς τῶν ἰδιωτῶν, ὅτι τάχα περὶ χρημάτων λέγομεν. Ἄρ. εἶπεν· Ἡ τοῦ Θεοῦ οὐσία ἐστὶν, εἴ τί ἐστιν ὁ Θεὸς, τοῦτο οὐσία τυγ χάνει. Ἀθ. εἶπε· Καλῶς ἔφης· λοιπὸν ἄκουε. Ἄρ. εἶπε· Λέγε ὃ βούλει. Ἀθ. εἶπεν· Οἶσθα, ὅτι, σχημα τιζόμενος καὶ συγκαταβαίνων τῇ ἡμετέρᾳ ἀσθενείᾳ διὰ τῶν θεοπνεύστων Γραφῶν ὁ Θεὸς, ἀνθρωπινώτε ρον ὁμιλεῖ πολλάκις πρὸς ἡμᾶς, πρὸς τὸ δύνασθαι νοεῖν τὴν ἀνθρωπίνην φύσιν ἐκ τῶν παραπλησίως εἰρημέ νων, ἐν οἷς ἡμεῖς ἐνεχόμεθα καὶ ἴσμεν, τὰ ἐπουράνια θεῖα μυστήρια. Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ Θεὸς, λέγων πρὸς τὸν ἴδιον Υἱὸν διὰ τοῦ προφήτου· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,» σημαίνει τὴν ἐκ τῆς πατρικῆς οὐσίας γέννησιν τοῦ Υἱοῦ. Ἄρ. εἶπε· Γαστέρα οὖν ἔχει ὁ Θεός; Ἀθ. εἶπε· Προλαβὼν εἶπον πρὸς σὲ, ὅτι διὰ τὴν ἡμετέραν ἀσθέ νειαν πολλάκις καὶ ἀνθρωπόσχημον τὸ Θεῖον αἱ θεῖαι Γραφαὶ καταγγέλλουσιν· οὐχ ὅτι ὁ Θεὸς τοιοῦτός ἐστιν, ἀλλ' ἵνα ἡμεῖς ἐκ τῶν σωματικῶν παραδειγμάτων τὰ θεῖα εὐσεβῶς νοῶμεν. ∆ι' οὐδὲν οὖν ἕτερον γαστέρα ὀνομάζει, ἢ ἵνα παραστήσῃ αὐτὸν τὸν Υἱὸν ἐκ τῆς τοῦ 28.477 Πατρὸς οὐσίας γεγεννῆσθαι. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, λέγε σὺ, πῶς ὀφείλει νοηθῆναι τὸ ῥητόν. Ἄρ. εἶπεν· Ἡ Γραφὴ λέγει ἐκ προσώπου τοῦ Πατρός· «Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν.» Ἆρα οὖν, Λόγον ἐξηρεύξατό φησι τὸν Υἱόν; Ἀθ. εἶπεν· Ἡ Γραφὴ καλῶς ἔφη σὺν τοῖς ἄλλοις ἅπασι καὶ τοῦτο· σὺ δὲ, λαβὼν τὸ ῥητὸν, διέστρεψας κακῶς. Ἄρ. εἶπε· Φράσον ἡμῖν σὺ τὴν ἀλήθειαν τοῦ ῥητοῦ· ἐπειδὴ ἐγὼ αὐτὸ διέστρεψα κατὰ σέ. Ἀθ. εἶπεν· Ὁ Θεὸς πνεῦμά ἐστιν ἀπαθὲς, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Ναὶ, οὕτως ἔχει. Ἀθ. εἶπεν· Ὅταν οὖν φάσκῃ ἡ Γραφὴ ἐκ γαστρὸς γεγεννῆσθαι τὸν Υἱὸν, τὴν ἐκ τῆς θεϊκῆς ὑποστάσεως γνησιότητα τοῦ Υἱοῦ σημαίνει. Ἵνα οὖν μὴ τὸ τῶν ἀνθρώπων γένος, ἀσθενὲς ὑπάρχον, ἀνθρωπίνην τὴν γέννησιν τοῦ Χριστοῦ ὑπολάβοιεν, εἶπε τὸ, «Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν.» Εἰ δὲ πάλιν ἐπιχειρεῖν τολμήσει τις προφορικὸν Λόγον φάσκειν τὸν Υἱὸν, μνημονεύσει τὸ, «Ἐκ γαστρὸς,» καὶ παύσεται τῆς πονηρᾶς ἐννοίας. Περιέγραψε γὰρ πάντα νοῦν ἀνθρώπινον ἡ Γραφὴ, πρὸς τὸ μὴ ἔχειν αἱρετικὴν μανίαν κατὰ τῆς ἀϊδίου καὶ ἀκαταλήπτου γεννήσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ. Εἰ γὰρ ἐκ γαστρὸς τυγχάνει, πῶς ἐκ καρδίας προῆλθεν; Εἰ δὲ ἀπὸ καρδίας ἐστὶ, πῶς ἐκ γαστρὸς τυγχάνει; Ἄρ. εἶπε· Τί οὖν ὀφείλο μεν λέγειν καὶ νοεῖν; Ἀθ. εἶπεν· Οὐδὲν ἕτερον ἢ τὸν Υἱὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς γεννηθέντα ἐκ τῶν τοιούτων παραδειγμάτων μανθάνομεν. Ἄρ. εἶπεν· Εἰ ὁμοούσιος ἦν ὁ Υἱὸς τῷ Πατρὶ, πῶς οὐκ εἶπεν παρὼν τοῖς μαθηταῖς αὐτοῦ; Ἀθ. εἶπε· Ποῦ ἔστιν ὅπου οὐχ ὡμολόγησεν ἑαυτὸν ὁμοούσιον τῷ Πα τρὶ ὁ Υἱός; Ἄρ.