1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

13

μενόντων ὁπλιζομένης ἀεὶ τῆς φλογός, οὕτω καὶ ἡ τῆς ἁμαρτίας φύσις ἐπειδάν τινος λάβηται τῶν τῆς ψυχῆς λογισμῶν καὶ μηδεὶς ὁ σβεννύων ᾖ τὸ κακὸν προιοῦσα περαιτέρω χαλεπωτέρα γίνεται καὶ δυσχείρωτος. Καὶ διὰ τοῦτο τὰ μετὰ ταῦτα πολλάκις τῶν προτέρων ἰσχυρότερα γέγονεν ἁμαρτήματα τῆς ψυχῆς ἀεὶ τῇ τῶν δευτέρων προσθήκῃ πρὸς μείζονα ἀπόνοιαν καὶ καταφρόνησιν αἰρομένης καὶ διὰ τούτων τὴν μὲν οἰκείαν διαλυούσης δύναμιν τὴν δὲ τῆς ἁμαρτίας τρεφούσης.

54 Οὕτω γοῦν πολλοὶ εἰς πᾶν εἶδος ἁμαρτημάτων ἐλθόντες ἔλαθον ἐπειδὴ τὴν φλόγα ἀρχομένην οὐκ ἔσβεσαν, οὕτω καὶ ὁ δείλαιος ἐκεῖνος χαλεπώτερα τοῖς προτέροις προσετίθει τὰ δεύτερα. Ἐπειδὴ γὰρ τὸν νέον ἐκεῖνον ἀπώλεσεν ἀπὸ τοῦ φόνου πρὸς τὴν ὕβριν τὴν εἰς τὸν νεὼν ὥρμησε καὶ πάλιν ἐκ ταύτης ὁδῷ προβαίνων εἰς τὴν κατὰ τῆς ἱερωσύνης ἀπόνοιαν ἐπαπεδύσατο, καὶ τὸν ἅγιον σιδήρῳ δήσας καὶ εἰς δεσμωτήριον ἐμβαλὼν οὕτω τέως ἐκόλαζε δίκην αὐτὸν τῆς εὐεργεσίας ἀπαιτῶν καὶ ὑπὲρ ὧν θαυμάζειν ἔδει καὶ στεφανοῦν καὶ τῶν γεγεννηκότων μᾶλλον τιμᾶν ὑπὲρ τούτων τὰ τῶν κακούργων ὑπομένειν ἠνάγκαζε δεσμὰ καὶ τὴν ἀπὸ τῶν δεσμῶν ταλαιπωρίαν περιθείς.

55 Οὕτως ὅπερ ἔφην ἀρχὴν ἁμαρτία λαβοῦσα καὶ μηδένα εἰς τὸ πρόσω προβῆναι κωλύοντα ἔχουσα δυσανάσχετος καὶ ἀκάθεκτος γίνεται κατὰ τοὺς μεμηνότας τῶν ἵππων οἵ, ἐπειδὰν τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλόντες καὶ τὸν ἐπιβάτην ῥίζοντες ἀπὸ τῶν νώτων ὕπτιον τοῖς ἀπαντῶσιν ἀφόρητοι γένωνται, μηδενὸς αὐτοὺς κωλύοντος ὑπὸ τῆς ἀτάκτου ῥύμης φέροντες ἑαυτοὺς κατεκρήμνισαν. ∆ιά τοι τοῦτο εἰς μανίαν τὰς τοιαύτας ἐκφέρει ψυχὰς ὁ τῆς σωτηρίας ἡμῶν ἐχθρὸς ἵνα αὐτὰς ἐν ἐρημίᾳ τῶν θεραπευσόντων ἀπολαβὼν κατακόψῃ καὶ μυρίοις περιβάλῃ κακοῖς. Καὶ γὰρ οἱ τὰ σώματα ἀρρωστοῦντες ἕως μὲν ἂν προσίωνται τοὺς θεραπεύοντας πολλὴν τὴν ἐλπίδα τῆς ὑγιείας ἔχουσιν, ἐπειδὰν δὲ εἰς φρενῖτιν ἐκπεσόντες λακτίζωσι καὶ δάκνωσι τοὺς βουλομένους ἀπαλλάξαι τῆς ἀρρωστίας αὐτοὺς τότε νοσοῦσιν ἀνίατα οὐ διὰ τὴν τῆς νόσου φύσιν ἀλλὰ διὰ τὴν ἐρημίαν τῶν ἀπαλλάξαι δυναμένων τῆς μανίας αὐτούς, εἰς ἣν καὶ οὗτος ἑαυτὸν κατέστησε.

56 Λαβὼν γὰρ τὸν ἰατρὸν τέμνοντα ἔτι τὸ τραῦμα ἀπήλασεν εὐθέως καὶ ὡς πορρωτάτω τῆς οἰκίας ἀπήγαγε. Καὶ ἦν τὸ Ἡρώδου δρᾶμα μηκέτι μόνον ἀκοῇ μανθάνειν ἀλλὰ καὶ ὄψεσι μετὰ πλείονος τῆς περιπετείας θεωρεῖν. Ἐπειδὴ καὶ μετὰ πλείονος αὐτὸ τῆς ἐπιδείξεως καὶ παρασκευῆς ὁ διάβολος πάλιν εἰς τὸ τοῦ βίου θέατρον εἰσήγαγεν ἀντὶ τετράρχου βασιλέα κατασκευάσας καὶ ἀντὶ μιᾶς αἰτίας διπλῆν ὑπόθεσιν τῷ πράγματι δοὺς καὶ πολὺ τῆς προτέρας μιαρωτέραν ὡς μὴ τῷ ἀριθμῷ μόνον ἀλλὰ καὶ αὐτῇ τῶν πραγμάτων τῇ φύσει λαμπροτέραν ταύτην γενέσθαι τὴν τραγῳδίαν. Οὐ γὰρ γάμος ἐνταῦθα ὑβρίζετο καθάπερ ἐκεῖ οὐδὲ ἀπὸ παρανόμου μίξεως ἀλλ' ἀπὸ μολυσμοῦ παιδοκτονίας ἐναγεστέρου καὶ τυραννίδος ἀπηνεστάτης καὶ παρανομίας οὐκ εἰς γυναῖκα γενομένης ἀλλ' εἰς αὐτὴν τὴν ἁγιστείαν ταύτην τὴν ἱστορίαν ἔπλεξεν ὁ πονηρός.

57 Ἐμβληθεὶς τοίνυν εἰς τὸ δεσμωτήριον ὁ μακάριος ἔχαιρε μὲν ἐπὶ τοῖς δεσμοῖς ἤλγει δὲ ἐπὶ τῇ τοῦ δήσαντος ἀπωλείᾳ. Οὔτε γὰρ πατὴρ οὐδὲ παιδοτρίβης ὅταν ὁ μὲν ἐκ τῆς τοῦ παιδὸς ὁ δὲ ἐκ τῆς τοῦ μαθητοῦ μοχθηρίας καὶ δυσπραγίας λαμπρότεροι γίνωνται καθαρὰν ἀθυμίας τὴν ἐκ τῆς εὐδοκιμήσεως ἔχουσιν ἡδονήν. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος Κορινθίοις ἔλεγεν· "Εὐ χόμεθα δὲ μηδὲν κακὸν ποιῆσαι ὑμᾶς οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν." Οὕτω γοῦν καὶ ἐκείνῳ τῷ θαυμαστῷ τότε ποθεινότερον ἦν τῶν ἀπὸ τοῦ δεσμωτηρίου μισθῶν ἡ τοῦ μαθητοῦ σωτηρία καὶ τὸ σωφρονήσαντα ἀποστερῆσαι τούτων τῶν ἐπαίνων αὐτὸν μᾶλλον δὲ τὸ μηδὲ τὴν ἀρχὴν εἰς ταύτην αὐτὸν τὴν διαστροφὴν ἐμπεσεῖν.