1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

13

βλασφημία εἰς τὴν κεφαλὴν τῶν ταῦτα ἡμᾶς ἀναγκαζόντων περιτραπείη. Ὁρᾶτε πρὸς ὅσην βλασφημίαν ὁ λόγος ἐξενήνεκται. Ἀλλὰ μὴν ὅτι Θεός ἐστι τὰ πράγματα βοᾷ· οὐκοῦν καὶ δίκαιός ἐστιν· εἰ δὲ δίκαιός ἐστι, τὸ κατ' ἀξίαν ἀπονέμει ἑκάστῳ· εἰ δὲ τὸ κατ' ἀξίαν ἀπονέμει ἑκάστῳ, ἀνάγκη τινὰ εἶναι μετὰ ταῦτα καιρὸν, καθ' ὃν τὸ κατ' ἀξίαν ἕκαστος ἀπολήψεται, καὶ δώσει δίκην, καὶ τιμηθήσεται ὑπὲρ τῶν κατωρθωμένων αὐτῷ. Ἀνανήψωμεν, ἀγαπητοί· ἀγνωσίαν Θεοῦ τινὲς ἔχουσιν· ἀνανήψωμεν, γρηγορήσωμεν. Ἥμαρτες, μὴ προσθῇς ἔτι· ἥμαρτες, ἡσύχασον· ἥμαρτες, μὴ καταδήσῃς δὶς ἁμαρτίας. Ἡμεῖς δὲ τριπλᾶς καὶ τετραπλᾶς καταδεσμοῦμεν, τοιούτων δογμάτων φόρτον εἰς τὰς ἡμετέρας ψυχὰς εἰσάγοντες. Ἥμαρτες, ἐπίγνωθι τὸν ∆εσπότην, τὸν ἐλεήμονα, τὸν φιλάνθρωπον, τὸν ἀγαθὸν, τὸν ἰατρὸν, τὸν συγγνωμονικὸν, τὸν εὐπαραίτητον, τὸν εὐαξίωτον. Οὐκ ἤκουσας ὅτι μυρία τάλαντά τις κατεδηδοκὼς, καὶ τὴν οὐσίαν πᾶσαν τὴν δεσποτικὴν ἀπολέσας καὶ διασπάσας, ἕτοιμος ὢν καὶ τὴν γυναῖκα ἀποδόσθαι καὶ τὰ παιδία, ἐπειδὴ μόνον ἔκλαυσεν, ἐπειδὴ μόνον τῶν ποδῶν αὐτοῦ ἥψατο, παντὸς ἐκείνου τοῦ ὀφειλήματος λύσιν ηὕρατο καὶ ἄφεσιν; Εἰ δὲ λέγοις, ὅτι μετὰ ταῦτα αὐτὸν παρέδωκε τοῖς βασανισταῖς, ἴσασιν οἱ εἰδότες τὴν ἱστορίαν· ἑτέρας μοι λέγεις φιλανθρωπίας ὑπόθεσιν. Καὶ γὰρ καὶ τότε αὐτὸν ἐλεήσας ἀφῆκε, καὶ πάλιν ἐκεῖνον ἐλεήσας ἐνέβαλεν· ὥσπερ τότε τούτῳ βοηθῶν ἐποίησεν, οὕτω καὶ νῦν ἐκείνῳ βοηθῶν ἀνέπραττε, τοῦτον μὲν ἵνα παιδεύσῃ μὴ εἶναι ὠμὸν, μηδὲ ἀπάνθρωπον, ἐκεῖνον δὲ ἵνα καὶ ἀπαλλάξῃ βίας καὶ ἀπανθρωπίας. Ὁρᾶτε, ἀγαπητοί· καλῶς γάρ με μεταξὺ λέγοντα τοῦτο εἰσῆλθε τὸ νόημα, πῶς οὐ μόνον τὸ πλεονεκτεῖν καὶ ἁρπάζειν, ἀλλὰ καὶ τὸ μὴ ἐλεεῖν γεέννης ἡμῖν πρόξενον γίγνεται. Οὗτος γὰρ, οὐκ ἐπειδὴ τὰ ἀλλότρια ἔλαβεν ἀδίκως, ἀλλ' ἐπειδὴ τὰ αὐτοῦ ἀπῄτει ἀπανθρώπως, παρεδόθη τοῖς βασανισταῖς· καὶ γὰρ εἴρηται, ὅτι ὤφειλεν ἐκεῖνος· ἀλλ' εἰ καὶ ἐκεῖνος ὤφειλεν, ὤφειλες καὶ σὺ τὸ αὐτὸ ὄφλημα, καὶ τὸ αὐτὸ δίκαιον ἐπ' ἀμφοτέρων φυλάττεσθαι ἐχρῆν. ∆ιὰ τοῦτό σοι ἀφῆκεν, ἵνα τὴν αὐτοῦ σοι δείξῃ φιλανθρωπίαν, ἵνα ζηλωτήν σε τῆς δεσποτικῆς ἡμερότητος ἐργάσηται. Ἐπειδὴ δὲ παθὼν εὖ οὐκ ἐγένου βελτίων, ἑτέρῳ σε διορθοῦται τρόπῳ, τῷ τῆς κολάσεως, τῷ τῆς τιμωρίας· ὥστε καὶ τοῦτο εὐεργεσίας εἶδός ἐστι. Παρέδωκε τοῖς βασανισταῖς, ἵνα κακίαν ἐξέλῃ ψυχῆς, καθάπερ ἰατρὸς ἄριστος. Οὐκ εἶξας φαρμάκῳ προσηνεῖ, σιδήρου σοι δεῖ καὶ πυρὸς λοιπόν. Ἤδει μυρία τάλαντα ἀφεὶς ὅτι ὠμός ἐστι καὶ ἀπάνθρωπος, ἀλλ' ἀνέμεινε διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως ἀπολογήσασθαί σοι, ὃ πολλαχοῦ ποιεῖ, εἰδὼς ὅτι δικαίως ποιεῖ. Μετὰ τὸ ἀπολογήσασθαί σοι τοῦτο ποιεῖ· οἷον ἐπὶ τῶν Σοδόμων οὐχ ἁπλῶς ἀφῆκε τὸ πῦρ, οὐδὲ τὰς πόλεις ἐκείνας ἀνήρπασεν, ἀλλὰ τί; Κραυγὴ Σοδόμων καὶ Γομόῤῥων, καὶ οὐδὲ μέχρι τούτου, ἀλλὰ, Καταβὰς ὄψομαι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ πέμπει τοὺς ἀγγέλους ὑποδεικνύοντάς σοι τὴν κακίαν τῶν ἐνοικούντων τὴν πόλιν, ἵνα μηδὲ τῶν 50.765 ἀναισχύντων μηδεὶς ἔχῃ βλασφημεῖν τὸν Θεὸν ὅτι τοὺς ἀξένους, ὅτι τοὺς ἀπανθρώπους, ὅτι τοὺς παρανόμους, καὶ τὰ τῆς δικαιοσύνης ἀγνοήσαντας δίκαια, καὶ τοὺς κοινοὺς τῆς φύσεως ἀνατρέψαντας νόμους, καὶ τοὺς κακίᾳ πεπληρωμένους ἀπολέσθαι ἔδει. Τί ἴσον τοῦ οὕτω φιλανθρώπου καὶ προσηνοῦς Θεοῦ; Καίτοι γε ἡμεῖς κολάζοντες, οὐκ ἀξιοῦμεν τὰς αἰτίας λέγειν πολλάκις· αὐτὸς δὲ ἂν μὴ πρότερόν σε διδάξῃ, ἂν μὴ πρότερόν σε πείσῃ, καὶ τὴν παρὰ σοῦ λάβῃ ψῆφον, ὅτι δικαίως ἐπάγει τὴν κόλασιν, οὐ τιμωρεῖται τοὺς πάλαι κολάσεως καὶ τιμωρίας ἀξίους, καὶ εὐθύνας σοι πολλαχοῦ παρέχειν ἕτοιμός ἐστι, καὶ κρίνεται πρός σε καὶ δικάζεσθαι οὐκ ὀκνεῖ. Ὁρᾷς τοὺς προφήτας τούτων ἐμπεπλησμένους τῶν λόγων· πανταχοῦ δικαστήρια Θεοῦ πρὸς ἀνθρώπους. Καὶ πολλάκις μὲν αὐτοὺς δικάζοντας τοὺς ἠδικηκότας καλεῖ, πολλάκις δὲ