1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

13

τοὺς τῆς γλώττης τῆς Ἑβραίων ἐμπείρους διερωτάτω, καὶ θεάσεται ταύτην οὖσαν τὴν ἑρμηνείαν τοῦ Ἐδὲμ ὀνόματος. Οὐδὲ γὰρ ἐπειδὴ ἀγνοοῦσι λέγομεν, διὰ τοῦτο παραλογίσασθαι ὑμᾶς βούλομαι, ἀλλὰ σπουδάζοντες ἀχειρώτους ποιεῖν, ὥσπερ αὐτῶν τῶν ἐχθρῶν παρόντων τῶν ταῦτα εἰδότων, οὕτω μετὰ ἀκριβείας ἅπαντα ἑρμηνεύομεν. Ἐπειδὴ οὖν ἀπὸ τῆς Ἐδὲμ τῆς παρθένου γῆς ἐπλάσθη ἄνθρωπος, ἐκλήθη Ἀδὰμ συνώνυμος τῇ μητρί. Οὕτω καὶ ἄνθρωποι ποιοῦσι, τὰ τικτόμενα παιδία εἰς ὄνομα τῶν μητέρων καλοῦσι πολλάκις· οὕτω καὶ ὁ Θεὸς τὸν πλασθέντα ἄνθρωπον ἀπὸ τῆς γῆς εἰς ὄνομα τῆς μητρὸς ἐκάλεσεν Ἀδάμ. Ἐκείνη Ἐδὲμ, οὗτος Ἀδάμ δʹ. Ἀλλὰ τί τὸ χρήσιμον; Ἄνθρωποι μὲν γὰρ καλοῦσιν εἰς ὄνομα τῶν μητέρων διὰ τὴν τιμὴν τῶν τετοκυιῶν γυναικῶν· ὁ Θεὸς τίνος ἕνεκεν εἰς ὄνομα τῆς μητρὸς ἐκάλεσεν; τί μέγα ἢ μικρὸν οἰκονομῶν ἐντεῦθεν; Οὐδὲν γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ποιεῖ, ἀλλὰ μετὰ λόγου καὶ σοφίας πολλῆς· τῆς γὰρ συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Ἐδὲμ ἡ γῆ, Ἀδὰμ ὁ γήϊνος, ὁ χοϊκὸς, ὁ γηγενής. ∆ιὰ τί οὖν οὕτως αὐτὸν ἐκάλεσεν; Ἀναμιμνήσκων αὐτὸν διὰ τοῦ ὀνόματος τῆς εὐτελείας τῆς κατὰ φύσιν, καὶ καθάπερ ἐν στήλῃ χαλκῇ τῇ προσηγορίᾳ κατατιθέμενος τὴν ταπεινότητα τῆς οὐσίας, ἵνα τὸ ὄνομα διδασκαλίαν ἔχῃ μετριοφροσύνης, ἵνα μὴ μείζονα τῆς οἰκείας ἀξίας ἔννοιαν λάβῃ. Ἡμεῖς μὲν γὰρ ὅτι γῆ ἐσμεν, ἴσμεν σαφῶς, καὶ ἀπ' αὐτῆς τῆς πείρας τῶν πραγμάτων· ἐκεῖνος δὲ οὐδένα εἶδε πρὸ αὐτοῦ τετελευτηκότα, οὐδὲ διαλυθέντα εἰς κόνιν, ἀλλὰ πολὺ τὸ 51.130 κάλλος ἦν αὐτῷ τοῦ σώματος, καὶ καθάπερ χρυσοῦ ἀνδριὰς ἀπὸ χωνευτηρίου ἄρτι προελθὼν, οὕτως ἀπέλαμπεν. Ἵνα μὴ οὖν τὸ ὑπερέχον τῆς ὄψεως εἰς ἀπόνοιαν αὐτὸν ἐπάρῃ, ἀντέστησεν αὐτῷ ὄνομα ἱκανὴν ταπεινοφροσύνης διδασκαλίαν ἔχον· ἔμελλε γὰρ αὐτῷ καὶ ὁ διάβολος προσελθὼν διαλέγεσθαι περὶ ἀπονοίας· ἔμελλεν ἐρεῖν αὐτῷ, ὅτι Ἔσεσθε ὡς θεοί. Ἵνα οὖν μεμνημένος τοῦ ὀνόματος τοῦ διδάσκοντος αὐτὸν, ὅτι γῆ ἐστι, μηδέποτε ἰσοθεΐαν φαντάζηται, διὰ τοῦτο προκαταλαμβάνει αὐτοῦ τὸ συνειδὸς τῷ ὀνόματι, ἱκανὴν αὐτῷ διὰ τῆς προσηγορίας προαποτιθέμενος ἀσφάλειαν τῆς μελλούσης ἐπάγεσθαι παρὰ τοῦ πονηροῦ δαίμονος ἐπιβουλῆς, καὶ τῆς πρὸς τὴν γῆν αὐτὸν ἀναμιμνήσκων συγγενείας, καὶ ἐμφαίνων τῆς φύσεως τὴν εὐγένειαν ἅπασαν, καὶ μονονουχὶ λέγων, ὅτι Ἐὰν εἴποι σοι, ὅτι Ἔσῃ ὡς Θεὸς, ἀναμνήσθητι τοῦ ὀνόματος, καὶ ἱκανὴν ἔλαβες παραίνεσιν, ὥστε μὴ δέξασθαι τὴν συμβουλήν. Ἀναμνήσθητι τῆς μητρὸς, ἀπὸ τῆς συγγενείας ἐπίγνωθι τὴν εὐτέλειαν, οὐχ ἵνα τὴν ταπεινότητα μάθῃς, ἀλλ' ἵνα μηδέποτε εἰς ἀπόνοιαν ἐπαρθῇς. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγεν, Ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς χοϊκός. Τὸ γὰρ Ἀδὰμ ἑρμηνεύων ἡμῖν τί ποτέ ἐστιν, ἔλεγε τὸ, Ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Ἀλλ' ἐπιπηδῶσιν ἡμῖν οἱ αἱρετικοὶ λέγοντες· Ἰδοὺ οὐκ ἀνέλαβε σάρκα ὁ Χριστός· Ὁ δεύτερος γὰρ, φησὶν, ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Ἀκούεις ὅτι δεύτερος ἄνθρωπος, καὶ λέγεις, ὅτι Οὐκ ἀνέλαβε σάρκα; Καὶ τί ταύτης ἀναισχυντίας γένοιτ' ἂν ἴσον; τίς γάρ ἐστιν ἄνθρωπος σάρκα οὐκ ἔχων; ∆ιὰ γὰρ τοῦτο καὶ ἄνθρωπον καὶ δεύτερον αὐτὸν ἐκάλεσεν ἄνθρωπον, ἵνα ἴδῃς αὐτοῦ τὴν συγγένειαν, καὶ ἀπὸ τοῦ ἀριθμοῦ καὶ ἀπὸ τῆς φύσεως. Τίς οὖν ἐστι, φησὶν, ὁ δεύτερος ἄνθρωπος; Ὁ Κύριος ἐξ οὐρανοῦ. Ἀλλ' ὁ τόπος με σκανδαλίζει, φησὶ, καὶ τὸ λέγεσθαι Ἐξ οὐρανοῦ. Ὅταν ἀκούσῃς, ὅτι πρῶτος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ἆρα γήϊνον αὐτὸν νομίζεις εἶναι; ἆρα χοϊκὸν ὑποπτεύεις μόνον εἶναι, μὴ ἔχειν δὲ δύναμιν ἀσώματον, τὴν ψυχὴν λέγω καὶ τὴν ἐκείνης φύσιν; Καὶ τίς ἂν τοῦτο εἴποι; Ὥσπερ οὖν περὶ τοῦ Ἀδὰμ ἀκούων, ὅτι χοϊκὸς ἦν, οὐκ ἔρημον τῆς ψυχῆς τὸ σῶμα ὑποπτεύεις, οὕτως ἀκούων, Ὁ Κύριος ἐξ οὐρανοῦ, μὴ ἀθέτει τὴν οἰκονομίαν διὰ τὸ προσκεῖσθαι, Ἐξ οὐρανοῦ. Τέως μὲν οὖν τὸ πρῶτον ὄνομα ἱκανὴν ἔλαβεν ἀπολογίαν· Ἀδὰμ γὰρ ἐκλήθη