1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

13

λυπῶν τοὺς ἁπτομένους, οὐ μόνον αὐτὸς οὐκ ἔχων καρπὸν, ἀλλὰ καὶ τῷ βλαστάνοντι ἐμποδίζων. Τοιοῦτόν ἐστιν ὁ πλοῦτος· οὐ μόνον αὐτὸς οὐ φέρει καρπὸν αἰώνιον, ἀλλὰ καὶ τοὺς βουλομένους κατέχων ἐμποδίζει. Ἀλόγων εἰσὶ τροφαὶ αἱ ἄκανθαι καμήλων. πυρός εἰσι βρῶσις καὶ δαπάνη πρὸς οὐδὲν χρήσιμοι. Τοιοῦτον καὶ ὁ πλοῦτος, πρὸς οὐδὲν χρήσιμος, ἀλλ' ἢ πρὸς τὸ καῦσαι κάμινον, πρὸς τὸ τὴν ἡμέραν ἀνάψαι ἐκείνην τὴν ὡς κλίβανον καιομένην, πρὸς τὸ θρέψαι τὰ ἄλογα πάθη, μνησικακίαν καὶ ὀργήν. Τοιοῦτον γὰρ καὶ ἡ τρώγουσα κάμηλος τὰς ἀκάνθας. Λέγεται γὰρ ὑπὸ τῶν τὰ τοιαῦτα εἰδότων μηδὲν εἶναι ἐν τοῖς κτήνεσιν οὕτω βαρύμηνι καὶ δύσθυμον καὶ μνησίκακον, ὡς ἡ κάμηλος. Τοιοῦτον ὁ πλοῦτός ἐστι· τὰ ἄλογα πάθη τρέφει τῆς ψυχῆς, τὰ δὲ λογικὰ κεντεῖ καὶ τιτρώσκει, καθάπερ ἐπὶ τῶν ἀκανθῶν. Σκληρόν τί ἐστι καὶ τραχὺ τοῦτο τὸ φυτὸν, αὐτόματον φύεται. Ἴδωμεν δὲ καὶ ποῦ φύεται, ἵνα ἐκκόψωμεν αὐτό· ἐν τοῖς ἀποκρήμνοις τῶν χωρίων, ἐν τοῖς λιθώδεσιν, ἐν τοῖς ξηροῖς, ἔνθα νοτὶς οὐκ ἔστιν. Ὅταν οὖν τραχύς τις ᾖ καὶ ἀπόκρημνος, τουτέστιν ἀνελεήμων, ἡ ἄκανθα φύεται ἐν αὐτῷ. Ἀλλ' ὅταν αὐτὰς ἐκκόψαι βούλωνται γεωργῶν παῖδες, οὐ σιδήρῳ τοῦτο ποιοῦσιν, ἀλλὰ πῶς; πῦρ ἐπαφιέντες, οὕτω πᾶσαν ἐξέλκουσι τὴν κακίαν τῆς γῆς. Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ τὸ τεμεῖν ἄνωθεν, τῆς ῥίζης κάτω μενούσης, ἀλλ' οὐδὲ τὴν ῥίζαν ἐξελεῖν (ἀπὸ γὰρ τῆς κακίας ἐναπομένει τῇ γῇ, καὶ καθάπερ τινὸς λοιμοῦ εἰς σῶμα ἐνσκήψαντος ἔτι μένει τὰ λείψανα), πᾶσαν ἐκείνην τὴν νοτίδα τὴν τῶν ἀκανθῶν τὸ πῦρ ἄνωθεν ἀνιμώμενον, ὥσπερ τινὰ ἰὸν, ἐξέλκει διὰ τῆς θερμότητος ἀπὸ τῶν λαγόνων τῆς γῆς. Καθάπερ γὰρ ἡ σικύα ἐπιτιθεμένη πᾶσαν κακίαν ἕλκει πρὸς ἑαυτήν· οὕτω καὶ τὸ πῦρ πᾶσαν κακίαν τὴν ἐκ τῶν ἀκανθῶν ἀνιμᾶται, καὶ καθαρὰν αὐτὴν ποιεῖ. Τίνος δὴ ἕνεκεν ταῦτα εἶπον; Ὅτι δεῖ τὴν πρὸς τὸν πλοῦτον συμπάθειαν πάντοθεν ἐκκαθαίρειν. Ἔστι καὶ παρ' ἡμῖν πῦρ, ἀπὸ ψυχῆς ταύτην ἕλκον τὴν κακίαν, τὸ τοῦ πνεύματος λέγω· ἂν τοῦτο ἐπαφῶμεν, οὐ τὰς ἀκάνθας μόνον, ἀλλὰ καὶ τὴν ἐξ αὐτῶν νοτίδα ἀναξηραίνειν δυνησόμεθα· ὡς ἐὰν ὦσιν ἐμπεπηγυῖαι, πάντα γίνεται μάτην. Ὅρα γάρ· εἰσῆλθε πλούσιος ἐνταῦθα, ἢ καὶ πλουτοῦσα 62.484 γυνή; οὐ φροντίζει πῶς ἀκούσει τῶν λογίων τοῦ Θεοῦ, ἀλλὰ πῶς ἐπιδείξεται, πῶς μετὰ κόμπου καθίσει, πῶς μετὰ δόξης πολλῆς, πῶς πάσας τὰς ἄλλας ὑπερβαλεῖται τῇ τῶν ἱματίων πολυτελείᾳ, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι σεμνοτέραν ἑαυτὴν ἐργάσεται, καὶ πᾶσα ἡ φροντὶς καὶ ἡ μέριμνα αὐτῇ, ἆρα εἶδεν ἡ δεῖνα; ἆρα ἐθαύμασεν; ἆρα καλῶς κεκαλλώπισμαι; Οὐ περὶ τούτου δὲ μόνον τὴν φροντίδα ποιεῖται, ἀλλ' ὥστε καὶ μὴ σαπῆναι τὰ ἱμάτια, ὥστε μὴ διαῤῥαγῆναι, καὶ πᾶσα ἡ φροντὶς περὶ τοῦτο. Ὁμοίως καὶ ὁ πλουτῶν ἀνὴρ εἰσέρχεται δείξων ἑαυτὸν τῷ πένητι, καὶ εἰς φόβον καταστήσων διὰ τῆς περιβολῆς τῶν ἱματίων, διὰ τοῦ παῖδας ἔχειν πολλούς· καὶ παρεστήκασιν ἀποσοβοῦντες. Ὁ δὲ ἀπὸ πολλοῦ τύφου οὐδὲ τοῦτο καταξιοῖ ποιεῖν, ἀλλ' οὕτως οἶδεν ἀνάξιον ὂν ἐλευθέρου τὸ ἔργον, ὅτι καίτοι σφόδρα τετυφωμένος οὐκ ἀνέχεται τοῦτο ποιεῖν, ἀλλὰ τοῖς δούλοις ἐπιτρέπει τοῖς ἀκολούθοις· τὸ γὰρ τοῦτο ποιεῖν δουλικὸν ὄντως καὶ ἰταμῶν ἠθῶν. Εἶτα καθήμενον εὐθέως ἐπεισέρχονται αἱ τῆς οἰκίας φροντίδες περισύρουσαι πανταχοῦ, ὁ τῦφος ὁ κατέχων τὴν ψυχὴν περιῤῥεῖ· νομίζει χαρίζεσθαι καὶ ἡμῖν, καὶ τῷ λαῷ, τάχα δὲ καὶ τῷ Θεῷ, ὅτι εἰσῆλθεν εἰς τὸν τοῦ Θεοῦ οἶκον. Ὁ δὲ οὕτω φλεγμαίνων, πῶς δυνήσεται θεραπευθῆναί ποτε; δʹ. Εἰπὲ δή μοι, εἴ τις εἰς ἰατρεῖον παραγένοιτο, καὶ μὴ χάριν αἰτεῖ τὸν ἰατρὸν, ἀλλὰ νομίζει χαρίζεσθαι ἐκείνῳ, καὶ ἀφεὶς φάρμακον αἰτῆσαι ἐπὶ τὸ τραῦμα, περὶ ἱμάτια ἀσχολοῖτο, ἆρα ἀπέλθοι τι ἂν ὁ τοιοῦτος λαβὼν ἀγαθόν; Οὐκ ἔγωγε οἶμαι. Τὸ δὲ αἴτιον τούτων ἁπάντων, εἰ βούλεσθε, ἐρῶ· νομίζουσι πρὸς ἡμᾶς εἰσιέναι, ὅταν εἰσίωσιν