13
τὴν ἄλλην θεραπείαν ἅπασαν παρέχων, τὸ ἴσον ἔχει τῷ ἀθλοῦντι. βʹ. Μὴ γάρ μοι Παῦλον ἐννοήσῃς τὸν ἀθλητὴν, τὸν ἄμαχον καὶ ἀκαταγώνιστον, ἀλλὰ ἄλλον τινὰ τῶν πολλῶν, ὃς εἰ μὴ ἔτυχε πολλῆς παραμυθίας, πολλῆς παρακλήσεως, οὐκ ἂν ἴσως ἔστη, οὐκ ἂν ἠγωνίσατο. Ὥστε οἱ ἔξω τῶν ἀγώνων τῷ εἰς τοὺς ἀγώνας ἐμβε 62.615 βηκότι τῆς νίκης γεγόνασιν αἴτιοι, καὶ τῶν ἐπὶ τῇ νίκῃ κειμένων στεφάνων γένοιντ' ἂν μέτοχοι. Καὶ τί θαυμαστὸν, εἰ τοῖς ἔτι ζῶσι κοινωνῶν τις τῶν αὐτῶν ἀξιοῦται τοῖς ἀγωνιζομένοις; ὥσπερ οὖν καὶ τοῖς ἀπελθοῦσι, τοῖς ἤδη κειμένοις, τοῖς ἐστεφανωμένοις, τοῖς οὐδενὸς δεομένοις ἔστι κοινωνεῖν καὶ μετὰ θάνατον· ἄκουε γὰρ τοῦ Παύλου λέγοντος· Ταῖς μνείαις τῶν ἁγίων κοινωνοῦντες. Καὶ πῶς, φησὶν, ἔστι κοινωνεῖν; Ὅταν θαυμάσῃς τὸν ἄνδρα, ὅταν ἐργάσῃ τι τούτων ἐφ' οἷς ἐκεῖνος ἐστεφανώθη, κεκοινώνηκας αὐτῷ τῶν ἄθλων καὶ τῶν στεφάνων δηλονότι. ∆ῴη αὐτῷ, φησὶν, ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἠλέησέ με, φησίν· οὐκοῦν ἕξει τὴν ἀνταπόδοσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ καὶ φρικτῇ, ἔνθα πολλοῦ ἐλέους χρεία ἡμῖν. ∆ῴη αὐτῷ, φησὶν, ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου. ∆ύο Κύριοι; Οὐδαμῶς, ἀλλ' ἡμῖν εἷς Κύριος Χριστὸς Ἰησοῦς, καὶ εἷς Θεός. Ἐνταῦθα οἱ τὰ Μαρκίωνος νοσοῦντες ἐπιπηδῶσι τῷ εἰρημένῳ· ἀλλὰ μανθανέτωσαν, ὡς ἔθος τῇ Γραφῇ τοῦτο, καὶ πολλαχοῦ ἔστιν εὑρεῖν ταύτῃ τῇ συνηθείᾳ τὴν Γραφὴν κεχρημένην, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· καὶ πάλιν, Εἶπα τῷ Κυρίῳ, Κύριός μου εἶ σύ· καὶ ἀλλαχοῦ· Ἔβρεξε Κύριος παρὰ Κυρίου. Τοῦτο δὲ προσώπων ἐστὶ παραστατικὸν ὁμοουσίων, οὐ φύσεως διαιρετικόν· οὐ γὰρ ἵνα δύο οὐσίας διαφερούσας ἀλλήλων, ἀλλ' ἵνα δύο πρόσωπα νοήσωμεν τῆς αὐτῆς ὄντα οὐσίας ἑκάτερα, τοῦτο λέγει. Ὅρα δὲ πῶς καὶ εἶπε· ∆ῴη αὐτῷ Κύριος. Τί τοῦτο; Οὐχ ἕτερον, ἀλλ' ἔλεος. Ἐπεὶ γὰρ αὐτὸς ἐλέους ἔτυχε παρὰ Ὀνησιφόρου, τούτου τυχεῖν ἐπεύχεται καὶ αὐτὸν παρὰ τοῦ Θεοῦ. Εἰ δὲ Ὀνησιφόρος ὁ κινδύνοις παραβαλὼν ἑαυτὸν ἀπὸ ἐλέους σώζεται, πολλῷ μᾶλλον ἡμεῖς. Φοβεραὶ γὰρ αἱ εὐθῦναι, φοβεραὶ, καὶ πολλῆς δεόμεναι τῆς φιλανθρωπίας, ὥστε μὴ ἀκοῦσαι τὸ ῥῆμα τὸ φρικτὸν ἐκεῖνο· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· ὥστε μὴ ἀκοῦσαι πάλιν ἐκεῖνο τὸ φοβερόν· Ἀπέλθετε, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὥστε μὴ ἀκοῦσαι, Χάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν· ὥστε μὴ ἀκοῦσαι ἐκεῖνο τὸ φρίκης γέμον, Ἄρατε αὐτὸν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ὥστε μὴ ἀκοῦσαι ἐκεῖνο τὸ πολλοῦ φόβου γέμον, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Φρικτὸν γὰρ σφόδρα τὸ διδακτήριον ἐκεῖνο καὶ φοβερόν· καίτοι ὁ Θεὸς ἥμερός ἐστι, καίτοι προσηνής. Θεὸς γὰρ οἰκτιρμῶν λέγεται, καὶ Θεὸς παρακλήσεως, καὶ ἀγαθὸς ὡς οὐδεὶς ἀγαθὸς, καὶ χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος, καὶ οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Πόθεν οὖν, πόθεν τοσαύτης ἀγωνίας ἡ ἡμέρα γέμει ἐκείνη; πυρὸς ἕλκεται ποταμὸς πρὸ προσώπου αὐτοῦ, βίβλοι τῶν πράξεων ἡμῶν ἀνοίγονται, αὕτη ἡ ἡμέρα ὡς κλίβανός ἐστι καιομένη, ἄγγελοι περιτρέχουσι, καὶ κάμινοι προτίθενται πολλαί. Πῶς οὖν φιλάνθρωπος; πῶς ἐλεήμων; πῶς ἀγαθός; Φιλάνθρωπος μὲν οὖν καὶ οὕτω, καὶ ἐκ τούτων μάλιστα δείκνυται αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος. ∆ιὰ γὰρ τοῦτο τοσοῦτον ἡμῖν ἐπισείει τὸν φόβον, ἵνα κἂν διὰ τούτων συνωθούμενοι πρὸς 62.616 τὸν τῆς βασιλείας πόθον ποτὲ διεγερθῶμεν. Θέα δέ μοι, πῶς οὐχ ἁπλῶς τῷ Ὀνησιφόρῳ μαρτυρεῖ, ἀλλά φησι· Πολλάκις με ἀνέψυξε. Καθάπερ ἀθλητήν τινα ὑπὸ αὐχμοῦ πιεζόμενον, ὑπὸ τῶν θλίψεων. ἀνεκτήσατο, φησὶ, καὶ ἀνέῤῥωσε. Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις. Οὐ μόνον ἐν Ἐφέσῳ, φησὶν, ἀλλὰ καὶ ἐνταῦθα. Τοιοῦτον γὰρ δεῖ εἶναι τὸν νήφοντα καὶ διεγηγερμένον, οὐχ