1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

14

εἶπεν· Εἰ δύνασαι τοῦτο δεῖξαι; Ἓν τῶν ἀμηχάνων. Ἀθ. εἶπεν· Οὐκ ἐξ ἀπόρων πορίσα σθαι ἐπιχειροῦμεν, ἀλλ' ἐκ τῶν ἐναργῶν πραγμάτων τὴν ἀλήθειαν δεῖξαι θέλομεν. Μέμνησο, ὅτι ἔφης, ὅ ἐστι Θεὸς, τοῦτο οὐσία τυγχάνει, τουτέστιν ὁ Υἱός. Ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Μηδαμῶς. Ἀθ. ἔφη· Πῶς οὖν ὁ Κύριος ἔφη· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Εἰ μὴ ὁ αὐτός ἐστι τῇ θεότητι τῇ πατρικῇ ὁ Υἱὸς, πῶς φάσκει, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Ἆρα ψευδὲς εἶπεν ἢ ἀληθές; Μὴ γένοιτο! Ἡ ἀλήθεια οὐκ ἂν ψεῦδός ποτε ἐγένετο. Ἀλλὰ καὶ τὸ, «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,» οὐδὲν ἕτερον παριστᾷ ἢ τὴν ἁγίαν θεότητα. Εἰ γὰρ ἄλλος τυγχάνει τῇ οὐσίᾳ ὁ Υἱὸς παρὰ τὸν Πατέρα, πῶς δύναται θεωρεῖσθαι ὁ Πατὴρ ἐν τῷ Υἱῷ; Εἰ μὲν γὰρ οὐ δύναται ἄγαλμα ἀνδροείκελον κατεσκευασμένον ἐκ ξύλων γνω ρισθῆναι ἐν λιθίνῳ, ἐν τῷ οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ ὄντι· εἰ δὲ ἀδύνατον λίθον ἐν ξύλῳ γνωρισθῆναι, καὶ ξύλον ἐν λίθῳ κατὰ τὸν τῆς οὐσίας λόγον, λείπεται λοιπὸν γνωρίζεσθαι τὸν παμβασιλέα Θεὸν ἐν τῷ ὁμοουσίῳ αὐτοῦ Υἱῷ. Τὰ γὰρ ὁμοειδῆ, ᾧ εἰσιν 28.480 ὁμοούσια, ὁρώμενα, παριστάνουσι τὴν γνῶσιν καὶ τῶν μὴ ὁρωμένων. Ἄρ. εἶπε· Πῶς οὖν ὁ Κύριος λέγει· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωρ γός ἐστι;» Μὴ δύναται ἄμπελος καὶ γεωργὸς εἶναι ὁμοούσια; Ἀθ. εἶπε· Μὴ ἀκρωτηρίαζε τὴν Κυριακὴν φωνήν· ἀλλ', ὡς κεῖται, ἀνάγνωθι. «Ἐγώ εἰμι,» φησὶν ὁ Κύριος, «ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα, ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.» Εἰπέ μοι οὖν· εἰ ὁ Υἱὸς ὁμοούσιος τῷ Πατρὶ οὐκ ἔστιν ἐκ τοῦ παραδείγματος τῆς ἀμπέλου καὶ τοῦ γεωργοῦ, ἆρα τοῖς ἀνθρώποις ὁμοούσιον αὐτὸν φῄς; Ἄρ. εἶπε· Μὴ γένοιτο! Ἀθ. εἶπε· Πραέως ἄκουσον, καὶ πρὸς ταῦτα ἀπόδος μοι λόγον· Ἡ ἄμπελος καὶ τὰ κλήματα ὁμοούσια τυγχάνει, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ἀραρότως ταῦτα οὕτως ἔχει. Ἀξιῶ συντόμως καὶ τῇ τού του κεφαλαίου σαφηνείᾳ ἐν τάχει πέρας ἐπιθεῖναι θέ λησον, ὅπως κἀμὲ ποιήσῃς τοιοῦτον, οἷος καὶ σὺ τυγχάνεις. Ἀθ. εἶπεν· Ἐὰν μὴ πρότερον ὅνπερ ἐπερωτῶ ἀποδῷς μοι λόγον, οὐ μὴ λάβῃς τὸ αἴτημα. Ἄρ. εἶπεν· Ὃ θέλεις λέγε, καὶ εἴ τι ἐγχωρεῖ, κατὰ τὸ δυνατὸν ἀποκρίνομαι. Ἀθ. εἶπε· ∆εξιὰ καὶ βραχίων περὶ Θεοῦ γέγραπται τίνος ἕνεκεν; Ἄρ. εἶπε· Τὰ τοιαῦτα πρὸς τὰς ἐπιβολὰς καὶ τὰς ἀκολου θίας νοοῦμεν. Ἐὰν λέγῃ κατὰ τὸ, «Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με,» γινώσκομεν τὸ δη μιουργικὸν τοῦ Θεοῦ ἐνταῦθα. Ὁπότ' ἂν δὲ λέγῃ, «Ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» φανερὸν, ὅτι περὶ Υἱοῦ φάσκει. Πρὸς δὲ τούτοις καὶ τὸ, «∆ε ξιὰ Κυρίου ἐποίησε δύναμιν,» ὁμολογουμένως περὶ Υἱοῦ σημαίνει, δι' οὗ τὰ πάντα γέγονεν. Ἀθ. εἶπε· Βραχίων, οὗ ἐστι βραχίων, ὁμοούσιος τυγχάνει, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπε· Καὶ ἡ δεξιὰ, οὗ ἐστι δεξιὰ, ὁμοούσιός ἐστι, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Σὺ δὲ τί φῄς με ἀΐδιον συντίθε σθαι τὸ Θεῖον; Οὐκ ἐπηκροάσω ποτὲ Κλήμεντος τοῦ παρακολουθήσαντος Πέτρῳ τῷ ἀποστόλῳ, ὃς καθαιρεῖ τὴν τοιαύτην δόξαν; Ἀθ. εἶπε· Μέμνησο τῶν εἰρη μένων, ὦ ἄνθρωπε, καὶ μὴ πλανῶ. Ἐγὼ γὰρ ἁπλοῦν, ἀσύνθετον, ἀπερίγραφον τὸ Θεῖον σέβομαι, με μαθηκὼς ἐκ τῶν ἱερῶν καὶ θείων Γραφῶν, καὶ τῶν καθεξῆς διαδεξαμένων τὴν ἐπισκοπήν. Οὐδενὸς οὖν ἑτέρου ἕνεκεν ἡ Γραφὴ βραχίονα καὶ δεξιὰν καλεῖ τὸν Υἱὸν, ἢ ἵνα εὐσεβῶς νοῶμεν ὁμοούσιον ὄντα τὸν Υἱὸν τῷ Πατρὶ, διὰ τὸ ἀνεγχώρητον ἐπ' ἀνθρώπου ἐκλα βεῖν τινα ἑτερούσιον τὸν βραχίονα, ἢ τὴν δεξιὰν καὶ τὸν δάκτυλον, ὡς ἕκαστον αὐτῶν διαφέρειν πέ φυκεν. Ἄρ. εἶπε· Σύμφημι ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί· ἀπόδος μοι λοιπὸν λόγον περὶ τῆς ἀμ πέλου Ἀθ. εἶπε· ∆ύο γενεῶν ἀμπέλου εἴωθε μνη μονεύειν ἡ θεία Γραφὴ, μίαν μὲν χρηστὴν καὶ εὐ φραντικήν τε καὶ χαροποιοῦσαν καρδίαν ἀνθρώπου, 28.481 τὸν Κύριον Ἰησοῦν Χριστόν· θατέραν δὲ τὸν διάβο λον, λύσσαν καὶ ἰὸν ἀποστάζοντα, κατὰ τὸ γεγραμ μένον· «Ἡ γὰρ ἄμπελος αὐτῶν ἐκ Σοδόμων, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας· ὁ οἶνος αὐτῶν θυμὸς ἀσπίδων ἀνίατος.» Καὶ ὁ λαὸς δὲ ἄμπελος ὠνομάσθη, καὶ δίκαιοι πολλαχοῦ