1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

14

58 Οἱ γὰρ ἅγιοι τοὺς στεφάνους αὐτοῖς οὐκ ἀπὸ τῶν ἀλλοτρίων βούλονται πλέκεσθαι συμφορῶν, εἰ δὲ ἀπὸ τῶν ἀλλοτρίων οὐ βούλονται πολλῷ μᾶλλον ἀπὸ τῶν τοῖς οἰκείοις συμβαινόντων κακῶν. Τούτου χάριν καὶ ὁ μακάριος ∆αυὶδ μετὰ τὰ τρόπαια καὶ τὴν νίκην ἐπένθει καὶ ἐδάκρυεν ἐπειδὴ μετὰ τῆς τοῦ παιδὸς συμφορᾶς αὕτη γέγονε, καὶ τοῖς τε ἐξιοῦσι στρατηγοῖς ἐπέσκηπτεν ὑπὲρ τοῦ τυράννου πολλὰ καὶ ἀνελεῖν αὐτὸν ἐπειγομένους ἐπεῖχε λέγων "φείσασθε τοῦ παιδαρίου Ἀβεσσαλὼμ" καὶ πεσόντα ἐπένθει καὶ ἀνεκαλεῖτο τὸν ἐχθρὸν μετὰ οἰμωγῶν καὶ δακρύων πικρῶν. Εἰ δὲ ὁ φυσικὸς πατὴρ οὕτω φιλόστοργος πολλῷ μᾶλλον ὁ πνευματικός. Ὅτι γὰρ τῶν κατὰ σάρκα οἱ κατὰ πνεῦμα γονεῖς κηδεμονικώτεροι τοῦ Παύλου λέγοντος ἄκουε· "Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;"

59 Ἀλλὰ τοῦτο μὲν τὴν ἰσότητα παρίστησιν ἡμῖν καίτοι γε μόλις ἂν πατέρες ταύτην ἀφήσειαν τὴν φωνὴν ἀλλ' ὅμως συγχωρείσθω καὶ μέχρι τοσούτου φθάνειν αὐτούς δεῖ δὲ τὸ πλέον ἐπιδεῖξαι λοιπόν. Πόθεν οὖν τοῦτο ἐπιδείξομεν; Ἀπὸ τῶν αὐτῶν σπλάγχνων πάλιν καὶ ἀπὸ τῶν τοῦ νομοθέτου ῥημάτων. Τί δὲ ἐκεῖνός φησιν; "Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες, εἰ δὲ μὴ κἀμὲ ἐξάλειφον ἐκ τῆς βίβλου ἧς ἔγραψας." Οὐδεὶς δὲ ἂν ἕλοιτο πατὴρ παρὸν μυρίων ἀπολαύειν ἀγαθῶν μετὰ τῶν τέκνων κολάζεσθαι, ὁ δὲ ἀπόστολος ἅτε ἐν τῇ χάριτι πολιτευσάμενος καὶ ταύτης ἐπίτασιν πεποίηται τῆς φιλοστοργίας διὰ τὸν Χριστόν. Οὐ γὰρ μετ' ἐκείνων κολάζεσθαι εἵλετο καθάπερ ἐκεῖνος, ἀλλ' ἵνα ἑτέροις σωθῆναι ἐκγένηται αὐτὸς ἀπολέσθαι ηὔχετο λέγων, "Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου τῶν κατὰ σάρκα." Τοσαύτη εὐσπλαγχνία καὶ φειδὼ παρὰ ταῖς τῶν ἁγίων ψυχαῖς.

60 Ὅθεν καὶ οὗτος μειζόνως διεκόπτετο τὰ σπλάγχνα τὴν ἀπώλειαν τοῦ βασιλέως περαιτέρω προιοῦσαν ὁρῶν. Οὐδὲ γὰρ μόνον ὑπὲρ τοῦ νεὼ δακνόμενος ἔπραττεν ἅπερ ἔπραττεν ἀλλὰ καὶ ὑπὸ τῆς πρὸς ἐκεῖνον εὐνοίας ἐπικαμπτόμενος. Ὁ μὲν γὰρ εἰς τὴν τοῦ Θεοῦ λειτουργίαν ὑβρίζων ἐκείνην μὲν ἔβλαψεν οὐδὲν ἑαυτὸν δὲ μυρίοις περιέπειρε κακοῖς. ∆ιόπερ ὁ φιλόπαις πατὴρ θεωρῶν κατὰ κρημνῶν ὠθούμενον τῷ θυμῷ τὸν ὑβριστὴν ἀνέχειν τὴν ἄλογον φορὰν ἐσπούδαζεν ὥσπερ τινὰ δυσήνιον ἵππον εἰς τοὐπίσω διὰ τῆς ἐπιπλήξεως ἀνακρούσασθαι σπεύδων αὐτόν. Ἀλλ' οὐκ εἴασεν ἐκεῖνος ὁ δείλαιος ἀλλὰ τὸν χαλινὸν ἐνδακὼν καὶ ἀντιτείνας καὶ θυμῷ καὶ μανίᾳ ἀντὶ τῶν ὀρθῶν λογισμῶν ἑαυτὸν ἐκδοὺς εἰς τὰ βάραθρα τῆς ἐσχάτης ἀπωλείας ἐνέβαλε, καὶ τὸν ἅγιον τοῦ δεσμωτηρίου ἐξαγαγὼν τὴν ἐπὶ θανάτῳ ἀπαχθῆναι δεδεμένον ἐκέλευσε.

61 Καὶ ἦν ἐναντία τῶν ὁρωμένων τὰ δρώμενα. Ὁ μὲν δεδεμένος πάντων ὁμοῦ τῶν δεσμῶν ἐλύετο καὶ τῶν ἀπὸ τοῦ σιδήρου καὶ τῶν ἔτι σφοδροτέρων- φροντίδων λέγω καὶ πόνων καὶ τῶν ἄλλων ἁπάντων τῶν διὰ τὸν ἐπίκηρον βίον περιισταμένων ἡμᾶς. Ὁ δὲ λελύσθαι δοκῶν καὶ σιδήρου καὶ ἀδάμαντος ἑτέροις χαλεπωτέροις περιβάλλετο δεσμοῖς ταῖς σειραῖς τῶν ἁμαρτιῶν ἐπισφιγγόμενος. Μέλλων τοίνυν ὁ μακάριος ἀποσφάττεσθαι ἐκεῖνος μετὰ τοῦ σιδήρου τὸ σῶμα ταφῆναι ἐπέσκηψε δεικνὺς ὅτι τὰ δοκοῦντα ἐπονείδιστα εἶναι ταῦτα ὅταν διὰ τὸν Χριστὸν γίνηται σεμνά τέ ἐστι καὶ λαμπρὰ καὶ οὐ μόνον οὐκ ἐγκαλύπτεσθαι ἀλλὰ καὶ σεμνύνεσθαι ἐπ' αὐτοῖς χρὴ τὸν πάσχοντα, κἀν τούτῳ τὸν μακάριον Παῦλον μιμούμενος ὃς ἄνω καὶ κάτω τὰ στίγματα, τὰ δεσμά, τὴν ἅλυσιν ἔστρεφε καυχώμενος καὶ μέγα φρονῶν ἐφ' οἷς ᾐσχύνοντο ἕτεροι.

62 Ὅτι γὰρ ᾐσχύνοντο δῆλον ἡμῖν αὐτὸς ἐποίησε διὰ τῆς πρὸς τὸν Ἀγρίππαν γενομένης ἀπολογίας αὐτῷ. Λέγοντος γὰρ ἐκείνου κινδυνεύεις με ἐν ὀλίγῳ ποιῆσαι Χριστιανόν, "Ηὐξάμην ἂν τῷ θεῷ," φησίν, "καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ οὐ μόνον σὲ ἀλλὰ καὶ τοὺς περιεστῶτας πάντας γενέσθαι Χριστιανοὺς χωρὶς τῶν δεσμῶν