14
τὴν κτίσιν καθημένην ἐπὶ τῆς ψήφου, δεικνὺς τὴν περιφάνειαν τῶν δικαιωμάτων· οὔτε αὐτὸν τὸν ἀντίδικον, οὔτε τὰ ἀναίσθητα παραιτεῖται εἰς κρίσιν καλεῖν ὁ Θεός· ὅπερ ἡμῖν ἔθος ἐστὶ ποιεῖν, ὅταν θαῤῥῶμεν τοῖς οἰκείοις δικαίοις. Ἀκούσατε, 50.766 φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ· καὶ πάλιν, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησε. Πολλάκις δὲ αὐτοὺς ἐκείνους, Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε; Καὶ ὁ Ἱερεμίας, Τί εὕρεσαν ἐν ἐμοὶ οἱ πατέρες ὑμῶν πλημμέλημα; Οὐ ποιεῖ δὲ αὐτὸ κατὰ πόλεις καὶ ἔθνη μόνον, ἀλλὰ καὶ κατὰ ἕνα πολλάκις ἄνθρωπον. Πρὸς τὸν ∆αυῒδ κρίνεται διὰ τοῦ προφήτου, καὶ τῷ Ἰωνᾷ παραιτουμένῳ κηρῦξαι Νινευΐταις, ἀπολογεῖται διὰ τῆς κολοκύνθης· Εἰ σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ἐγὼ οὐ φείσομαι ὑπὲρ Νινευῆς; Καὶ πολλῶν τοιούτων εὑρήσεις γεμούσας τὰς Γραφάς. Ταῦτ' οὖν εἰδότες, προσκυνῶμεν αὐτὸν, θαυμάζωμεν, θεραπεύωμεν, ὡς δυνατὸν ἡμῖν· ὡς γὰρ ἄξιον οὐ δυνατόν. Ἐπιμελώμεθα τῆς παρούσης ζωῆς, καὶ πειθώμεθα, ὅτι Θεὸς ἐφέστηκε, καὶ πρόνοια πάντα κυβερνᾷ, καὶ μετὰ ταῦτα πάντα ἔστιν ἀποδημήσαντας τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΚΑΙ ΠΡΟΝΟΙΑΣ Λόγος εʹ. Οὐδέν ἐστιν ὄντως δόγμα πονηρὸν, ἀγαπητὲ, καὶ σηπεδόνος ἀνιάτου γέμον, ὡς τὸ τῆς εἱμαρμένης καὶ γενέσεως δόγμα. Μετὰ γὰρ τοῦ δόξαν βλάσφημον καὶ ἀσεβῆ καὶ ὀλεθρίαν ἐντιθέναι ταῖς τῶν ἠπατημένων ψυχαῖς, καὶ πείθειν τοιαῦτα λέγειν περὶ Θεοῦ, ἃ μηδὲ περὶ δαιμόνων τις εἴποι, καὶ τὸν βίον συγχεῖ τὸν ἡμέτερον, πάντα θορύβου καὶ πολλῆς ἐμπίπλησι τῆς ταραχῆς· καὶ ὅσα πρὸς διδασκαλίαν καὶ διόρθωσιν παρὰ τοῦ Θεοῦ καὶ τῆς φύσεως, καὶ διὰ προφητῶν εἰσενήνεκται καὶ διὰ ἁγίων ἀνδρῶν, ἀνατρέπει καὶ καταλύει, καὶ δείκνυσι περιττά. Καὶ ποιεῖ ταὐτὸν, οἷον ἂν εἴ τις σῶμα νενοσηκὸς καὶ φαρμάκων δεόμενον, παρόντων ἰατρῶν καὶ τὸ φάρμακον κατασκευαζόντων, πείθοι μηδενὶ τούτων κεχρῆσθαι, μηδὲ ἀπαλλάττεσθαι τοῦ νοσήματος, ἀλλ' ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ ἐνδόντα τὰ καθ' ἑαυτὸν, τὴν ἐλεεινοτάτην ἀναμένειν ἀπώλειαν. Ἢ οὐχὶ ταῦτά φησιν ἡ εἱμαρμένη; Μηδεὶς παραινείτω τι τῶν χρησίμων, μηδεὶς ἀκουέτω παραινοῦντος ἑτέρου· μάτην εἰσὶν οἱ νόμοι καὶ οἱ δικασταὶ, μάτην ἐπιπλήξεις καὶ νουθεσίαι, μάτην τιμωρίας φόβος, μάτην τιμαὶ καὶ γέρα καὶ ἔπαθλα τοῖς κατορθοῦσιν. Οὔτε ἐὰν σπουδάσῃς, ὄφελός τι, οὔτε ἐὰν ἀμελήσῃς, βλάβος τι γενήσεται. Μήτε ἐπὶ διδασκαλεῖον παιδίον ὢν βαδιζέτω, μήτε ἀνὴρ γενόμενος ἀκουέτω νόμων, μὴ προσεχέτω συμβουλαῖς καὶ νουθεσίαις χρησίμοις. Τί δυνήσεται ἐνεγκεῖν ὁ κόπος; Ὥσπερ ἀνερμάτιστον πλοῖον, καὶ ναυτῶν καὶ κυβερνητῶν ἔρημον, τῇ τοῦ χειμῶνος φορᾷ ἐπιδοὺς τὰ πηδάλια τῆς διανοίας, οὕτω φερέσθω. Θέλεις, εἰπέ μοι, πεισθησώμεθα, καὶ οὐδὲν ἐνεργήσομεν τῶν πρὸς σωτηρίαν τῆς ἡμετέρας ζωῆς; Τέως γὰρ ἀφείσθω τὰ τῆς ψυχῆς, ἀλλὰ τὰ περὶ τῆς παρούσης ζωῆς διαλεγώμεθα. Πειθόμεθα τῇ εἱμαρμένῃ ταῦτα λεγούσῃ, καὶ οὔτε οἰκέτας ἁμαρτάνοντας κολάσομεν, οὔτε ἀσελγείαις διεφθαρμένους ἐπιστρέψομεν, οὔτε τοὺς ἀδικοῦντας εἰς δικαστήριον ἄξομεν, οὐκ ἀκουσόμεθα τῶν νόμων; Ἐβουλόμην κἂν πρὸς βραχὺ τοῦτο γενέ 50.766 σθαι, ἐν ἔργῳ τὴν ὀλεθρίαν ταύτην καὶ ἐπιβλαβῆ διδάσκαλον τῶν κακῶν δυνηθῆτε συνιδεῖν. Εἰ γὰρ ἀνάγκη πάντως τὰ εἱμαρμένα γενέσθαι, καὶ σπουδαζόντων καὶ καθευδόντων, μηδεὶς γεωργὸς ζευγνύτω βοῦς, μηδὲ ἄροτρον ἑλκέτω, μήτε αὔλακα