1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

15

τούτων." Οὐκ ἂν τοῦτο προσθεὶς εἰ μὴ τὸ πρᾶγμα ἐπονείδιστον εἶναι ἐδόκει τοῖς πολλοῖς. Φιλοδέσποτοι γὰρ ὄντες οἱ ἅγιοι τὰ ὑπὲρ τοῦ ∆εσπότου πάθη μετὰ πολλῆς ἐδέχοντο τῆς προθυμίας καὶ φαιδρότεροι τούτοις ἐγίνοντο. Καὶ ὁ μέν φησι· "Χαίρω ἐν τοῖς παθήμασί μου," ὁ δὲ Λουκᾶς περὶ τοῦ λοιποῦ τῶν ἀποστόλων χοροῦ τὰ αὐτὰ δὴ ταῦτα φθέγγεται. Μετὰ γὰρ τὰς πολλὰς μάστιγας ἐνεχώρουν "χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι."

63 Ἵν' οὖν μή τις τῶν ἀπίστων ἀνάγκην εἶναι νομίσῃ τοὺς ἄθλους καὶ κατηφείας αὐτὰ τῶν ἄθλων τὰ σύμβολα συνταφῆναι κελεύει τῷ σώματι δεικνὺς ὅτι λίαν αὐτὰ ἠσπάζετο καὶ ἐφίλει διὰ τὸ λίαν ἐκκρεμᾶσθαι τῆς ἀγάπης τοῦ Χριστοῦ. Καὶ κεῖνται νῦν μετὰ τῆς τέφρας αἱ πέδαι πᾶσι παραινοῦσαι τοῖς τῶν ἐκκλησιῶν προεστῶσι κἂν δεθῆναι δέῃ, κἂν σφαγῆναι, κἂν ὁτιοῦν παθεῖν πάντα προθύμως καὶ μετὰ πολλῆς ὑπομένειν τῆς ἡδονῆς ὥστε τῆς ἐμπιστευθείσης ἡμῖν ἐλευθερίας μηδὲ τὸ τυχὸν προδοῦναι καὶ καταισχῦναι μέρος.

64 Καὶ ὁ μὲν μακάριος ἐκεῖνος οὕτω τὸν βίον κατέλυσε, τάχα δέ τις καὶ ἡμᾶς οἴεται ἐνταῦθα καταλύσειν τὸν λόγον· μετὰ γὰρ τὴν τοῦ βίου τελευτὴν οὐκ εἶναι κατορθωμάτων οὐδὲ ἀνδραγαθίας ἀφορμὰς ὥσπερ οὐδὲ τοῖς ἀθληταῖς μετὰ τὸ παρελθεῖν τοὺς ἀγῶνας στεφάνους πλέκεσθαι δυνατόν. Ἀλλ' Ἕλληνες μὲν εἰκότως ταῦτα νομίζουσιν ἐπειδὴ καὶ μέχρι τοῦ παρόντος βίου τὴν ἐλπίδα συνέκλεισαν τὴν αὐτῶν, ἡμεῖς δὲ οἷς ἑτέρας ζωῆς φαιδροτέρας ἀρχὴ ἡ ἐνθάδε γίνεται τελευτὴ ταύτης ἀφεστήκαμεν τῆς ὑπονοίας καὶ δόξης. Καὶ ὅτι δικαίως σαφέστερον μὲν καὶ ἐν ἑτέρῳ δείξομεν λόγῳ, τέως δὲ καὶ τὰ μετὰ τὴν τελευτὴν τοῦ γενναίου κατορθώματα Βαβυλᾶ ἱκανὰ πίστιν μεγάλην τῷ λόγῳ παρασχεῖν.

65 Ἐπειδὴ γὰρ ἕως θανάτου περὶ τῆς ἀληθείας ἠγωνίσατο καὶ μέχρις αἵματος ἀντικατέστη πρὸς τὴν ἁμαρτίαν μαχόμενος καὶ ὥστε μὴ ἀφεῖναι τὴν τάξιν ἢν ἔταξεν αὐτὸν ὁ μέγας βασιλεὺς ἀφῆκε τὴν ψυχὴν καὶ παντὸς ἀριστέως λαμπρότερον ἐτελεύτησεν, αὐτὸν μὲν εἶχε λοιπὸν ὁ οὐρανὸς τὸ δὲ σῶμα τὸ πρὸς τὴν ἀριστείαν διακονησάμενον ἡ γῆ καὶ διενείματο ἡ κτίσις τὸν ἀθλητήν. Καίτοι γε ἐνῆν καὶ μετατεθῆναι αὐτὸν κατὰ τὸν Ἐνὼχ καὶ ἁρπαγῆναι κατὰ τὸν Ἠλίαν οὓς ἐζήλωσεν. Ἀλλ' ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ μυρίας ἡμῖν τοῦ σώζεσθαι προφάσεις διδοὺς καὶ ταύτην μετὰ τῶν ἄλλων διέτεμεν ἡμῖν τὴν ὁδὸν ἱκανὴν παρακαλέσαι πρὸς ἀρετὴν τὰ τῶν ἁγίων λείψανα παρ' ἡμῖν τέως ἀφείς. Μετὰ γὰρ τὴν διὰ τοῦ λόγου δύναμιν δευτέραν ἔχουσι τάξιν οἱ τῶν ἁγίων τάφοι πρὸς τὸ διεγείρειν εἰς τὸν ἴσον ζῆλον τὰς τῶν θεωμένων αὐτοὺς ψυχὰς καὶ εἴ πού τις ἐπιστῇ θήκῃ τοιαύτῃ καὶ τῆς ἐνεργείας εὐθέως ταύτης σαφῆ λαμβάνει τὴν αἴσθησιν. Ἡ γὰρ ὄψις τῆς λάρνακος εἰς τὴν ψυχὴν ἐμπίπτουσα καταπλήττει τε αὐτὴν καὶ διανίστησι καὶ ὡς αὐτοῦ τοῦ κειμένου συνευχομένου καὶ παρεστῶτος καὶ ὁρωμένου οὕτως αὐτὴν διακεῖσθαι ποιεῖ. Εἶτα προθυμίας πολλῆς ὁ τοῦτο παθὼν πληρωθεὶς καὶ ἕτερος ἀνθ' ἑτέρου γενόμενος οὕτως ἐκεῖθεν ἀνέρχεται.

66 Μάθοι δ' ἄν τις καλῶς ὡς ἡ φαντασία τῶν ἀπελθόντων ἀπὸ τῶν τόπων ἐγγίνεται ταῖς τῶν ζώντων ψυχαῖς εἰς νοῦν πενθοῦντας λαβὼν οἳ ἅμα τε τοῖς τῶν τεθνηκότων τάφοις ἐφίστανται καὶ ὥσπερ ἀντὶ τῆς θήκης τοὺς ἐν τῇ θήκῃ κειμένους ἑστῶτας ἰδόντες οὕτως αὐτοὺς ἀπὸ τῶν προθύρων εὐθέως ἀνακαλοῦσι. Πολλοὶ δὲ τῶν ἀφορήτως πρὸς τὰ πάθη διατεθέντων παρὰ τοῖς μνήμασι τῶν ἀπελθόντων τὸν ἅπαντα κατῴκισαν ἑαυτοὺς χρόνον οὐκ ἂν τοῦτο ποιήσαντες εἰ μή τινα παραμυθίαν ἀπὸ τῆς τῶν τόπων ἐλάμβανον ὄψεως. Καὶ τί λέγω τόπον καὶ τάφον; Καὶ γὰρ ἱμάτιον μόνον πολλάκις τῶν ἀπελθόντων ὀφθὲν καὶ ῥῆμα εἰς διάνοιαν ἐλθὸν διήγειρε τὴν ψυχὴν καὶ τὴν μνήμην ἀνέστησε διαπίπτουσαν. ∆ιὰ ταῦτα ἡμῖν τὰ λείψανα τῶν ἁγίων ἀφῆκεν ὁ Θεός.