16
συνηνωμένων αὐτῷ. Ἀρξαμέ νων δὲ χειμερινῶν πνευμάτων ἐκ τῶν ἀκρωτηρίων καταφυσᾷν πρὸς δοκιμὴν τῶν συμπορευομένων αὐτῷ ὄχλων, ἀθρόως φύλλων δίκην μαραινομένων, ἀπέπι πτον οὐκ ὀλίγοι, ἧς εἴχοντο ἀμπέλου ζωτικῆς, καὶ τῶν μὲν διὰ φόβον τῶν ἀρχιερέων, ἵνα μὴ ἀπο συνάγωγοι γένωνται, ἐξαρνουμένων τὴν ἑαυτῶν ζωὴν, ὥσπερ καὶ νῦν ὁρῶμεν γινόμενα τὰ αὐτὰ πράγματα· ἠγάπησαν γὰρ, ὡς οἱ τότε, καὶ νῦν τῆς ὑποκρίσεως ἄνθρωποι τὴν δόξαν τῶν διωκτῶν τῆς Ἐκκλησίας ὑπὲρ τὴν δόξαν τοῦ Θεοῦ εἵλοντο· ἑτέρων δὲ μὴ συν αισθομένων τῶν θείων καὶ πνευματικῶν ῥημάτων τοῦ Κυρίου εἰς τὰ ὀπίσω ἐπιστραφέντων, αἰτίαν τῷ εὐεργέτῃ καὶ ψόγον προσαψάντων, καὶ λεγόντων, «Τίς δύναται αὐτοῦ ἀκούειν;» Ὅπερ καὶ ἐπὶ τοῦ ἡμετέρου καιροῦ πράττουσιν οἱ μὴ βουλόμενοι συν οδεύειν τῇ ἀληθείᾳ, διὰ τὸ παρέπεσθαι θλίψεις καὶ πειρατήρια τῇ πίστει. Φασὶ γὰρ, Τίς δύναται φυλάξαι τὴν παράδοσιν τῶν ἐντολῶν τοῦ Κυρίου καὶ τῆς πίστεως; Ἔτι μὴν καὶ τὴν ἀπιστίαν τοῦ Ἰούδα ἡ σφο δρότης τοῦ χειμῶνος ἤλεγξεν, ὡς καὶ νῦν, φιλίᾳ κό σμου κρατηθέντες οἵ ποτε μαθηταὶ ὄντες καὶ φίλοι καὶ συνοδοιπόροι τοῦ Χριστοῦ, κατὰ τοῦ Ἰησοῦ συν 28.485 όδους ἀθεμίτους συγκροτοῦσιν οἱ καὶ τὸ γαζοφυλά κιον πιστευθέντες. Οὐκ ἠγνόει αὐτῶν τὴν σαθρότητα, ἀλλ' ἵνα παρασκευάσῃ αὐτοὺς τὰ ∆εσποτικὰ χρωμέ νους ἑτοιμοτάτους εἶναι ὑπὲρ τοῦ ∆εσπότου ἀν δρίζεσθαι, ἢ κατὰ τοῦ βασιλέως αὐτῶν στρατεύεσθαι προφάσει φιλίας κοσμικῆς. Οἱ τοιοῦτοι, κλημάτων δίκην ἀγενεστάτων καὶ ἀκάρπων ἐπέχοντες, τεμνόμε νοι δὲ πρὸς τοῦ γεωργοῦ, κατάβρωμα πυρὸς αἰωνίου γίνονται. Ὅμως τῶν χειμώνων ἐπὶ πολὺ προσπελα σάντων τῇ ἀληθινῇ ἀμπέλῳ, λέγω δὴ τῷ Κυρίῳ Ἰη σοῦ, πὴ μὲν βουλομένων λιθάσαι αὐτὸν Γραμμα τέων τε καὶ Φαρισαίων· φοβηθέντες δὲ μὴ ἀναιρε θῶσι πρὸς τῶν ὄχλων τῶν τὸν Κύριον φιλούντων, ἐπαύσαντο· πὴ δὲ βουλομένων συλλαβέσθαι αὐτὸν, καὶ τοῦ Ἰησοῦ μὴ συγχωρήσαντος αὐτοὺς κρατῆσαι αὐτὸν, ἕως ἡ προωρισμένη ὑπ' αὐτοῦ τοῦ Κυρίου πρὸ τῶν αἰώνων ὥρα καὶ ἡμέρα παραγένηται, ἐν ᾗ ἔδει αὐτὸν παθεῖν. Ἐν ἄλλῳ δὲ καιρῷ θελόντων τινῶν κα τακρημνίσαι αὐτὸν, καὶ αὐτοῦ ἐν εἰρήνῃ διὰ μέσου αὐτῶν διεξεληλυθότος, καὶ μυρία ἦν τὰ ἐπερχό μενα πειρατήρια, ἃ, προσβάλλοντα καὶ κωλυόμενα, εἰς τὸ μηδὲν ἐρχόμενα ἐχώρουν. Ἐκεῖ δὲ ἡ ἀρχὴ τοῦ νέου ἔτους, ᾧ καιρῷ ἔδει τὸ Πάσχα θύεσθαι κατὰ τὰ θεσπισθέντα παρὰ τοῦ Κυρίου, λύειν μὲν πάντα σύνδεσμον ἀδικίας, προστάγματος θείου φοιτήσαντος πρὸς αὐτοὺς, ἐλεημοσύναις δὲ ἐξιλασκομένους ἑαυ τοὺς προσοικειοῦν τῷ Θεῷ, μὴ ἐχθραίνειν δὲ πρὸς τὸν πλησίον, μήτε μὴν ζητεῖν κακὰ κατά τινος ἀν θρώπου διὰ τὸ κοινὸν τοῦ γένους, ἀλλ' εἰρήνῃ καθα ρωτάτους ὄντας κελεύει προσάγειν τὴν λατρείαν. Ὡς ἐν καιρῷ οὖν εἰρήνης καὶ ἑορτῆς ἥκει ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα σὺν τοῖς μαθηταῖς αὐτοῦ, οὐχ ὡς ἀγνοῶν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, ἀλλὰ καί γε σφόδρα γινώσκων. Ἀμέλει γ' οὖν καὶ τοῖς μα θηταῖς προειρήκει τὰ ἑπόμενα· «Ἰδοὺ ἀναβαί νομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου πα ραδοθήσεται εἰς τὰς χεῖρας τῶν πρεσβυτέρων καὶ τῶν γραμματέων, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ.» Ἵνα οὖν τὸ ἄδι κον τοῦ παρανόμου συναθροίσματος τῶν Ἰουδαίων διαφανῇ, εἰσελήλυθεν ἡ εἰρήνη εἰς Ἱεροσόλυμα. Οἱ δὲ τῆς εἰρήνης ἀλλότριοι ἑωρακότες διεταράχθησαν· ἐχθρὸν γὰρ πολεμίοις καὶ ἀνδροφόνοις εἰρήνη. Χαί ρειν γὰρ μᾶλλον πεφύκασι τοῖς κακοῖς ἤπερ τοῖς ἀγα θοῖς ἔργοις καὶ τῇ καρποφορίᾳ τῆς εἰρήνης. Οἱ δὲ ἐπιτηρησάμενοι, ἄφνω ἐπιστάντες ξιφήρεις τῷ τόπῳ, ἔνθα ἦν σὺν τοῖς μαθηταῖς ὁ Ἰησοῦς, κατοπτρισάμενοι ἅπαντες, ἐν πρώτοις ἐπιβάλλουσι τὰς μια ρὰς χεῖρας αὐτῶν ἐπ' αὐτὸν, ἔτι τῶν μαθητῶν αὐτοῦ συνεστώτων αὐτῷ. Ὁ δέ φησιν εἰρηνικῶς τοῖς μιαιφόνοις· «Εἰ ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν.» Τῶν δὲ μαθητῶν ἑωρακότων τὰ δύσφορα πειρατήρια, μὴ παρούσης αὐτοῖς τῆς δυνάμεως τοῦ ἁγίου Πνεύ ματος, καταλιπόντες αὐτὸν τὸν