1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

16

παρεῖναι αὐτὸν, καὶ ταῦτα πάντα ἀπόλωλε· στήσει τὴν ἀπά 62.487 την καὶ φανεὶς μόνον. Εἶτα δηλῶν τίς ἐστιν οὗτος, Οὗ ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ· Ἐν πάσῃ δυνάμει, φησὶ, καὶ σημείοις καὶ τέρασι ψεύδους. Τουτέστι, πᾶσαν ἐπιδείξεται δύναμιν, ἀλλ' οὐδὲν ἀληθὲς ἀλλὰ πρὸς ἀπάτην τὰ πάντα. Ταῦτα προεῖπεν, ἵνα μὴ ἀπατηθῶσιν οἱ τότε. Καὶ τέρασι, φησὶ, ψεύδους· ἤτοι διεψευσμένοις, ἢ εἰς ψεῦδος ἄγουσι. Καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. Τί οὖν συνεχώρησε, φησὶν, ὁ Θεὸς τοῦτο γενέσθαι, καὶ ποία αὕτη οἰκονομία; τί δὲ τὸ κέρδος τῆς ἐκείνου παρουσίας ἐπὶ λύμῃ ἡμῶν παραγενομένου; Μὴ φοβηθῇς, ἀγαπητὲ, ἀλλ' ἄκουε λέγοντος αὐτοῦ· Ἐν τοῖς ἀπολλυμένοις ἰσχύει, οἳ, εἰ καὶ μὴ παρεγένετο ἐκεῖνος, οὐκ ἂν ἐπείσθησαν. Τί οὖν τὸ κέρδος, φησίν; Ὅτι αὐτοὶ οὗτοι οἱ ἀπολλύμενοι ἐπιστομισθήσονται. Πῶς; Ὅτι εἰ καὶ μὴ ἦλθεν ἐκεῖνος, οὐκ ἂν ἐπίστευσαν τῷ Χριστῷ· ἔρχεται οὖν ἐλέγξων αὐτούς. Ἵνα γὰρ μὴ μέλλωσι λέγειν, ὅτι Ἐπειδὴ Θεὸν ἔλεγεν ἑαυτὸν ὁ Χριστὸς, καίτοι γε οὐδαμοῦ εἶπε φανερῶς, πλὴν ἀλλ' ἐπειδὴ οἱ μετὰ ταῦτα ἐκήρυξαν, οὐκ ἐπιστεύσαμεν· ἐπειδὴ ἠκούσαμεν ὅτι εἷς Θεὸς ἐξ οὗ τὰ πάντα, διὰ τοῦτο οὐκ ἐπιστεύσαμεν· ταύτην οὖν αὐτῶν τὴν πρόφασιν ὁ Ἀντίχριστος ἀναιρήσει. Ὅταν γὰρ ἔλθῃ ἐκεῖνος, καὶ οὐδὲν ἐπιτάττων ὑγιὲς, ἀλλὰ πάντα παράνομα, ἀπὸ σημείων μόνων ψευδῶν πιστεύηται, ἀποῤῥάψει τὸ στόμα αὐτοῖς. Εἰ γὰρ τῷ Χριστῷ οὐ πιστεύεις, πολλῷ μᾶλλον οὐκ ἐχρῆν τῷ Ἀντιχρίστῳ πιστεῦσαι· ἐκεῖνος μὲν γὰρ ἔλεγε παρὰ τοῦ Πατρὸς πεπέμφθαι, οὗτος δὲ τοὐναντίον. ∆ιὰ τοῦτο ἔλεγεν ὁ Χριστὸς, Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Ἀλλὰ σημεῖα εἴδομεν, φησίν. Ἀλλὰ καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονε πολλὰ καὶ μεγάλα. Οὐκοῦν πολλῷ μᾶλλον αὐτῷ πιστεῦσαι ἐχρῆν. Καίτοι περὶ μὲν τούτου πολλὰ προεῤῥήθη, ὅτι ὁ ἄνομος, ὅτι ὁ υἱὸς τῆς ἀπωλείας, ὅτι παρουσία αὐτοῦ κατ' ἐνέργειαν τοῦ Σατανᾶ· περὶ δὲ ἐκείνου τὰ ἐναντία, ὅτι Σωτὴρ, ὅτι μυρία ἀγαθὰ κομίζει. Ἀνθ' ὧν γὰρ τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ. βʹ. Ἵνα κριθῶσιν. Οὐκ εἶπεν, Ἵνα κολασθῶσι· καὶ γὰρ καὶ χωρὶς τούτου ἔμελλον κολάζεσθαι, ἀλλ', Ἵνα κριθῶσι, τουτέστι, κατακριθῶσιν ἐπὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Τίνες δέ εἰσιν οὗτοι; Αὐτὸς ἡρμήνευσεν ἐπάγων, Οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ. Ἀγάπην δὲ ἀληθείας τὸν Χριστὸν καλεῖ· ἀνθ' ὧν γὰρ, φησὶ, τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο· ἀμφότερα γὰρ ἦν, καὶ δι' ἀμφότερα παρεγένετο, καὶ ἀγαπῶν τοὺς ἀνθρώπους καὶ ὑπὲρ ἀληθῶν πραγμάτων. Ἀλλ' εὐδοκήσαντες, φησὶν, ἐν τῇ ἀδικίᾳ· ἐπὶ γὰρ λύμῃ τῶν ἀνθρώπων ἦλθε, καὶ ἀδικήσων αὐτούς. Τί γὰρ οὐκ ἐργάσεται τότε; πάντα κινήσει, πάντα ταράξει, καὶ ἐπιταγμάτων ἕνεκεν καὶ φόβου. Φοβερὸς ἔσται πάντοθεν, ἀπὸ τῆς ἐξουσίας, ἀπὸ τῆς ὠμότητος, ἀπὸ τῶν παρανόμων ἐπιταγμάτων. Ἀλλὰ μὴ δείσῃς· ἐν τοῖς ἀπολλυμένοις, φησὶν, ἕξει τὴν ἰσχύν. Καὶ γὰρ καὶ ὁ Ἠλίας ἥξει τότε τοὺς πιστοὺς ἀσφαλιζόμενος. Καὶ τοῦτο ὁ Χριστός φησιν, Ἠλίας ἔρχεται καὶ ἀποκαταστήσει πάντα. ∆ιὰ τοῦτο εἴρηται περὶ Ἰωάννου τὸ, Ἐν 62.488 δυνάμει καὶ πνεύματι Ἡλίου. Οὔτε γὰρ σημεῖα εἰργάσατο, καθάπερ Ἠλίας, οὔτε θαύματα· Ἰωάννης μὲν γὰρ, φησὶ, σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ, ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν. Πῶς οὖν Ἐν δυνάμει καὶ πνεύματι Ἠλίου; Τουτέστι, τὴν αὐτὴν ἀναλήψεται διακονίαν. Καθάπερ οὗτος πρόδρομος τῆς προτέρας παρουσίας, οὕτω κἀκεῖνος πρόδρομος τῆς δευτέρας καὶ ἐνδόξου αὐτοῦ παρουσίας, καὶ εἰς τοῦτο φυλάττεται. Μὴ τοίνυν δείσωμεν· κατέσεισε