16
Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλή σῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω·
δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. αʹ. Φέρει μὲν ἐν θαλάσσῃ πολὺ τὸ θάρσος τῷ μαθητῇ τὸ τὸν διδάσκαλον ἐν ναυαγίῳ γενέσθαι καὶ διασωθῆναι· οὐ γὰρ ἡγήσεται λοιπὸν ἀπὸ τῆς οἰκείας ἀμαθίας συμπίπτειν τοὺς χειμῶνας, ἀλλὰ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως· τοῦτο δὲ εἰς ψυχαγωγίαν οὐ μικρόν. Φέρει δὲ καὶ ἐν πολέμοις τῷ ταξιάρχῃ προτροπὴν τὸ τὸν στρατηγὸν τρωθέντα ὁρᾷν, καὶ ἀνενεγκόντα πάλιν. Οὕτω δὴ καὶ τοῖς πιστοῖς φέρει τινὰ παραμυθίαν, τὸ τὸν Ἀπόστολον πολλὰ παθεῖν 62.618 δεινὰ, καὶ ὑπ' οὐδενὸς τούτων καταμαλακισθῆναι· οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τὰ αὐτοῦ πάθη διηγεῖτο. Ὁ γὰρ Τιμόθεος ἀκούων, ὅτι ὁ τοσαῦτα δυνάμενος καὶ πάσης τῆς οἰκουμένης κρατήσας, ἐν δεσμοῖς ἐστι καὶ ἐν θλίψεσι, καὶ οὐκ ἀσχάλλει οὐδὲ δυσχεραίνει ὑπὸ τῶν οἰκείων ἐγκαταλειφθεὶς, εἰ καὶ αὐτὸς τὰ αὐτὰ ἔπαθεν, οὐκ ἂν ἡγήσατο ἀνθρωπίνης τὸ πρᾶγμα εἶναι ἀσθενείας, οὐδὲ διὰ τὸ μαθητὴς εἶναι καὶ ἐλάττων τοῦ Παύλου, ὅπου γε καὶ ὁ διδάσκαλος ταῦτα ἔπαθεν, ἀλλὰ διὰ τὴν τοῦ πράγματος φύσιν ταῦτα πάντα συμβεβηκέναι. Καὶ γὰρ καὶ αὐτὸς ταῦτα εἰργάσατο, καὶ διὰ τοῦτο ταῦτα διηγεῖται, ἵνα αὐτὸν ῥώσῃ καὶ ἀνακτήσηται. Ὅτι γοῦν τούτου ἕνεκεν τοῦτο ἐποίει, διηγησάμενος αὐτοῦ τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς, ἐπήγαγε· Σὺ οὖν τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Τί λέγεις; κατέσεισας ἡμᾶς τῷ φόβῳ, εἶπες ὅτι δέδεσαι, ὅτι ἐν θλίψει εἶ, ὅτι πάντες σε ἀπεστράφησαν· καὶ ὥσπερ εἰρηκὼς, ὅτι οὐδὲν πέπονθας δεινὸν, οὐδὲ ὑπό τινων ἐγκατελείφθης, οὕτως 62.619 ἐπάγεις, Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ; Εἰκότως· ὅτι ταῦτα σὲ μᾶλλον ἐνεδυνάμωσεν, ἢ ἐκεῖνον. Εἰ γὰρ ἐγὼ Παῦλος ταῦτα πάσχω, πολλῷ μᾶλλον σὺ ταῦτα φέρειν ὀφείλεις· εἰ ὁ διδάσκαλος, πολλῷ μᾶλλον ὁ μαθητής. Καὶ μετὰ πολλῆς τῆς φιλοστοργίας τὴν παραίνεσιν προσάγει, τέκνον αὐτὸν καλῶν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ, Τέκνον ἐμόν. Εἰ τέκνον εἶ, φησὶ, τὸν πατέρα μιμοῦ· εἰ τέκνον εἶ, ἐνδυναμοῦ οἷς εἶπον· μᾶλλον δὲ οὐκ ἀπὸ τῶν διηγημάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ· Ἐνδυναμοῦ γὰρ, φησὶν, ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ· τουτέστι, διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Τουτέστι, Στῆθι γενναίως, οἶδας τὴν παράταξιν. Ἐπεὶ καὶ ἀλλαχοῦ λέγων, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, οὐχὶ καταβάλλων αὐτοὺς λέγει, ἀλλὰ διεγείρων. Οὐκοῦν νῆφε, φησὶ, γρηγόρει, ἔχε τὴν χάριν τοῦ Κυρίου συμμαχοῦσαν καὶ συναγωνιζομένην, πολλῇ τῇ προθυμίᾳ καὶ τῇ προαιρέσει τὰ παρὰ σεαυτοῦ εἴσφερε. Καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις. Πιστοῖς, οὐ ζητητικοῖς, οὐ συλλογιστικοῖς. Πιστοῖς· ποίοις; Τοῖς μὴ προδιδοῦσι τὸ κήρυγμα. Ἃ ἤκουσας, οὐχ ἃ συνεζήτησας· Ἡ πίστις γὰρ ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Τί ἐστι, ∆ιὰ πολλῶν μαρτύρων; Ὡς ἂν εἰ ἔλεγεν, Οὐ λάθρα ἤκουσας οὐδὲ κρυφῇ, ἀλλὰ πολλῶν παρόντων, μετὰ παῤῥησίας. Οὐκ εἶπεν, Εἰπὲ, ἀλλὰ, Παράθου, καθάπερ ἐπὶ θησαυροῦ τὸ παρατιθέμενον ἐν ἀσφαλείᾳ παρακατατίθεται. Πάλιν φοβεῖ τὸν μαθητὴν καὶ ἀπὸ τῶν ἄνω καὶ ἀπὸ τῶν κάτω. Ἀλλ' οὐ πιστοῖς μόνον λέγει, Παράθου· τί γὰρ ὄφελος, ὅταν πιστὸς μὲν ᾖ, μὴ δύνηται δὲ εἰς ἑτέρους ἐξάγειν τὴν διδασκαλίαν; ὅταν αὐτὸς μὲν μὴ προδῷ τὴν πίστιν, ἑτέρους δὲ μὴ κατασκευάζῃ τοιούτους; ∆ύο τοίνυν ἔχειν χρὴ τὸν διδάσκαλον, καὶ πιστὸν εἶναι, καὶ διδακτικόν. ∆ιὰ τοῦτό φησιν, Οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Βαβαὶ, πόσον τὸ ἀξίωμα, στρατιώτην εἶναι τοῦ Χριστοῦ! Τοὺς βασιλεῖς ἐννόησον τοὺς ἐπὶ τῆς γῆς, πῶς μέγα τι εἶναι νομίζουσιν οἱ ὑπ' αὐτοὺς