1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

17

ὅμως ὁ σοφὸς, ὁ δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ, ὁ φίλος τοῦ Θεοῦ, ὁ τῇ κτίσει ἐπιτάξας, ὁ τοσαῦτα θαυματουργήσας, οὐ συνεῖδε πρᾶγμα πολλοῖς τῶν ἀνθρώπων εὐσύνοπτον· ἀλλ' ὁ μὲν κηδεστὴς αὐτοῦ, βάρβαρος ἄνθρωπος καὶ εὐτελὴς, συνεῖδεν αὐτὸ, καὶ εἰς μέσον ἤγαγεν· ἐκεῖνος δὲ αὐτὸ οὐχ εὗρε. Τί οὖν ἐστι τοῦτο; Ἀκούσατε, ἵνα μάθητε, ὅτι ἕκαστος συμβούλου δεῖται, κἂν κατὰ Μωϋσέα γένηται, καὶ ὅτι τὰ τοὺς μεγάλους λανθάνοντα καὶ θαυμαστοὺς τοὺς ἀνθρώπους, τοὺς μικροὺς καὶ εὐτελεῖς πολλάκις οὐκ ἔλαθεν. Ἐπειδὴ γὰρ ἐξῆλθεν ὁ Μωϋσῆς ἐξ Αἰγύπτου, καὶ ἦν ἐν τῇ ἐρήμῳ, εἱστήκει πλησίον αὐτοῦ ὁ λαὸς ἅπας, ἑξακόσιαι χιλιάδες, καὶ πᾶσι διέλυσε τὰ ἐγκλήματα τοῖς πρὸς ἀλλήλους ἀμφισβητοῦσιν. Ἰδὼν τοίνυν αὐτὸν ὁ κηδεστὴς τοῦτο ποιοῦντα ὁ Ἰοθὼρ, ἄνθρωπος καὶ ἀνόητος καὶ ἐν ἐρήμῳ βεβιωκὼς, καὶ οὔτε 51.135 νόμων οὔτε πολιτείας τινὶ κοινωνήσας ποτὲ, ἀλλ' ἐν ἀσεβείᾳ ζῶν, οὗ τί γένοιτ' ἂν μεῖζον ἀνοίας τεκμήριον; Οὐδὲν γὰρ Ἑλλήνων ἀνοητότερον. Ἀλλ' ὅμως ἐκεῖνος ὁ βάρβαρος, ὁ ἀσεβὴς, ὁ ἀνόητος, ἰδὼν οὐ δεόντως αὐτὸν ποιοῦντα, διώρθωσε τὸν Μωϋσέα, τὸν σοφὸν καὶ συνετὸν καὶ τοῦ Θεοῦ φίλον. Καὶ εἰπὼν πρὸς αὐτὸν, Τί οὗτοι ἑστήκασιν ἐνώπιόν σου; καὶ μαθὼν τὴν αἰτίαν λέγει· Οὐκ ὀρθῶς σὺ τοῦτο ἐποίησας, φησί. Μετ' ἐπιτιμήσεως ἡ συμβουλή· καὶ οὔτε οὕτως ἠγρίανεν ἐκεῖνος, ἀλλ' ἠνείχετο ὁ σοφὸς, ὁ συνετὸς καὶ τοῦ Θεοῦ φίλος, τοσαύταις ἐφεστηκὼς μυριάσιν. Οὐδὲ γὰρ τοῦτο μικρὸν, τὸ παρὰ τοῦ βαρβάρου καὶ ἰδιώτου παιδεύεσθαι. Καὶ οὔτε τὰ θαύματα, ἅπερ εἰργάσατο, οὔτε τὸ μέγεθος τῆς ἀρχῆς αὐτὸν ἐπῆρεν, οὔτε τὸ παρόντων τῶν ὑπηκόων διορθοῦσθαι, ἐρυθριάσαι ἐποίησεν· ἀλλ' ἐννοήσας ὅτι εἰ καὶ μεγάλα αὐτῷ εἴργασται σημεῖα, ἀλλ' ὅμως ἀνθρωπίνης φύσεως μετέχει, ἣν πολλὰ λανθάνει πολλάκις, μετ' ἐπιεικείας ἐδέξατο τὴν συμβουλήν. Πολλοὶ δὲ πολλάκις ὑπὲρ τοῦ μὴ φανῆναι δεόμενοι συμβουλῆς τῆς παρ' ἑτέρων, εἵλοντο προδοῦναι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς γνώμης, ἢ δεξάμενοι τὴν παραίνεσιν διορθῶσαι τὸ ἁμάρτημα· μᾶλλον ἀγνοεῖν ἢ μαθεῖν κατεδέξαντο, οὐκ εἰδότες ὅτι οὐ τὸ μαθεῖν ἔγκλημα, ἀλλὰ τὸ ἀγνοεῖν κατηγορία· οὐ τὸ διδάσκεσθαι, ἀλλὰ τὸ ἐν ἀμαθείᾳ εἶναι· οὐ τὸ ἐλέγχεσθαι, ἀλλὰ τὸ ἁμαρτάνειν ἀδιόρθωτα. Ἔστι γὰρ, ἔστι καὶ παρὰ ἀνθρώπῳ μικρῷ καὶ εὐτελεῖ εὑρεθῆναί τι τῶν δεόντων, ὃ παρὰ τῷ σοφῷ καὶ μεγάλῳ πολλάκις οὐχ εὕρηται. Ὅπερ οὖν συνιδὼν ὁ Μωϋσῆς ἤκουε μετὰ πάσης ἐπιεικείας ἐκείνου συμβουλεύοντος, καὶ λέγοντος· Ποίησόν σοι χιλιάρχους, ἑκατοντάρχους, πεντηκοντάρχους, δεκάρχους· καὶ τὸ ῥῆμα τὸ βαρὺ ἀνοίσουσιν ἐπὶ σὲ, τὸ δὲ κοῦφον αὐτοὶ διαλύσονται. Καὶ ἀκούσας οὐκ ᾐσχύνθη, οὐκ ἠρυθρίασεν, οὐκ ᾐδέσθη τοὺς ὑπηκόους, οὐκ εἶπε πρὸς ἑαυτὸν, ὅτι Καταγνώσονταί μου οἱ ἀρχόμενοι, εἰ ἄρχων ὢν παρ' ἑτέρου μανθάνω τὰ δέοντα· ἀλλὰ καὶ ἐπείσθη καὶ ἐποίησε τὸ πρόσταγμα, καὶ οὐ μόνον ἐκείνους οὐκ ᾐσχύνθη τοὺς τότε, ἀλλ' οὐδὲ ἡμᾶς τοὺς μετὰ ταῦτα ἐσομένους· ἀλλ' ὥσπερ ἐγκαλλωπιζόμενος τῇ διορθώσει τῇ παρὰ τοῦ κηδεστοῦ γενομένῃ, οὐ τοὺς τότε μόνον ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνου μέχρι σήμερον γενομένους, καὶ τοὺς αὖθις ἐσομένους μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας κατὰ τὴν οἰκουμένην ἅπασαν διὰ τῶν γραμμάτων ἐδίδαξε, καὶ ὅτι αὐτὸς τὸ δέον συνιδεῖν οὐκ ἠδυνήθη, καὶ ὅτι τὴν διόρθωσιν ἐδέξατο παρὰ τοῦ κηδεστοῦ. Ἡμεῖς δὲ, ἐὰν ἄνθρωπον ἴδωμεν παρόντα ἐλεγχομένων ἡμῶν καὶ διορθουμένων, ἰλιγγιῶμεν, ἐξιστάμεθα, νομίζομεν τῆς ζωῆς ἐκπεπτωκέναι πάσης. Ἀλλ' οὐκ ἐκεῖνος· ἀλλ' ὁρῶν τοσαύτας χιλιάδας παρούσας οὐκ ἠρυθρίασε, μᾶλλον δὲ τοσαύτας μυριάδας τότε, τὰς ἐξ ἐκείνου μέχρι νῦν κατὰ τὴν γῆν ἅπασαν, ἀλλὰ κηρύττει πᾶσι καθ' ἑκάστην ἡμέραν διὰ τῶν γραμμάτων, ὅτι ὅπερ αὐτὸς οὐ συνεῖδε, τοῦτο ὁ κηδεστὴς συνεῖδε. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησε, καὶ μνήμῃ παρέδωκε τὸ γεγενημένον; Ἵνα ἡμᾶς πείσῃ μηδέποτε ἐφ'