17
δύναμαί σοι δοῦναι· ἀνεπέσομεν γὰρ καὶ ἡμεῖς καὶ τὰ παιδία. Ὁ δὲ καὶ ταῦτα ἀκούσας ἐπέμενε κρούων, καὶ μὴ ἀναχωρῶν, ἕως οὗ εἶπεν ὁ οἰκοδεσπότης, Ἀνάστητε, δότε αὐτῷ καὶ ἄφετε ἀπελθεῖν. ∆ιδάσκει σε οὖν εὔχεσθαι ἀεὶ, καὶ μὴ ἀκηδιᾷν ἀεὶ, ἀλλὰ καὶ ἐὰν μὴ λάβῃς, παραμένειν ἕως ἂν λάβῃς. Καὶ πολλὰς ἄλλας ὁδοὺς μετανοίας εὑρήσεις ἐν τῇ Γραφῇ. Αὕτη ἡ μετάνοια καὶ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐκηρύττετο διὰ τοῦ Ἱερεμίου λέγοντος· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ πάλιν, Μετὰ ταῦτα εἶπον αὐτῇ, Μετὰ τὸ πορνεῦσαι δεῦρο ἀνάστρεψον πρὸς μέ. Καὶ διὰ τοῦτο πολλὰς καὶ ἄλλας ὁδοὺς διαφόρους ἔδωκεν ἡμῖν, ἵνα ἐκκόψῃ πᾶσαν ἡμῶν πρόφασιν ῥᾳθυμίας. Εἰ γὰρ μίαν ὁδὸν εἴχομεν μόνην, διὰ ταύτης εἰσελθεῖν οὐκ ἂν ἠδυνήθημεν. Ταύτην τὴν μάχαιραν ἀεὶ φεύγει ὁ διάβολος. Ἥμαρτες; εἴσελθε εἰς τὴν ἐκκλησίαν, καὶ ἐξάλειψόν σου τὴν ἁμαρτίαν. Ὁσάκις ἂν πέσῃς εἰς τὴν ἀγορὰν, τοσαυτάκις ἐγείρῃ· οὕτως ὁσάκις ἂν ἁμαρτήσῃς, μετανόησον ἐπὶ τῇ ἁμαρτίᾳ· μὴ σαυτοῦ ἀπογνῷς· κἂν δεύτερον ἁμάρτῃς, δεύτερον μετανόησον, μὴ διὰ ῥᾳθυμίαν τέλεον ἐκπέσῃς τῆς τῶν προκειμένων ἀγαθῶν ἐλπίδος· κἂν ἐν ἐσχάτῃ πολιᾷ ᾖς καὶ ἁμάρτῃς, εἴσελθε, μετανόησον· ἰατρεῖον γάρ ἐστιν ἐνταῦθα, οὐ δικαστήριον, οὐκ εὐθύνας ἁμαρτημάτων ἀπαιτοῦν, ἀλλὰ συγχώρησιν ἁμαρ49.298 τημάτων παρέχον. Θεῷ μόνῳ εἰπὲ τὴν ἁμαρτίαν σου· Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· καὶ συγχωρεῖταί σου ἡ ἁμαρτία. Ἔχεις δὲ καὶ ἄλλην ὁδὸν μετανοίας, οὐ δύσκολον, ἀλλὰ καὶ πάνυ εὐχερεστάτην. Ποίαν δὲ ταύτην; Κλαῦσον ἐπὶ τῇ ἁμαρτίᾳ σου, καὶ διδάχθητι ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο Πέτρος ἐκεῖνος, ἡ κορυφὴ τῶν ἀποστόλων, ὁ πρῶτος ἐν τῇ Ἐκκλησίᾳ, ὁ φίλος Χριστοῦ, ὁ τὴν ἀποκάλυψιν παρὰ ἀνθρώπων μὴ δεξάμενος, ἀλλὰ παρὰ τοῦ Πατρὸς, καθὼς αὐτῷ μαρτυρεῖ ὁ ∆εσπότης λέγων· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοί, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος· οὗτος ὁ Πέτρος· Πέτρον δὲ ὅταν εἴπω, τὴν πέτραν λέγω τὴν ἀῤῥαγῆ, τὴν κρηπῖδα τὴν ἀσάλευτον, τὸν ἀπόστολον τὸν μέγαν, τὸν πρῶτον τῶν μαθητῶν, τὸν πρῶτον κληθέντα, καὶ πρῶτον ὑπακούσαντα· ἐκεῖνος οὐ μικρόν τι πρᾶγμα ἔδρασεν, ἀλλὰ καὶ σφόδρα μέγα, ὡς αὐτὸν ἀρνήσασθαι τὸν ∆εσπότην· τοῦτο λέγω οὐ κατηγορῶν τοῦ δικαίου, ἀλλὰ σοὶ ὑπόθεσιν διδοὺς τῆς μετανοίας, αὐτὸν τὸν ∆εσπότην τῆς οἰκουμένης, τὸν κηδεμόνα, τὸν Σωτῆρα τῶν ἁπάντων ἠρνήσατο. Ἵνα δὲ ἄνωθεν τὴν ὑπόθεσιν εἴπωμεν, ἐν τῇ παραδόσει εἶδεν ὁ Σωτήρ τινας ἀναχωρήσαντας, καὶ λέγει τῷ Πέτρῳ· Μὴ καὶ σὺ ἀναχωρῆσαι θέλεις; Ὁ δὲ Πέτρος εἶπε, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Τί λέγεις, Πέτρε; Θεὸς ὁ ἀποφηνάμενος, καὶ ἀντιμάχῃ; Ἀλλ' ὅμως ἡ προαίρεσις τὸ ἴδιον ἔδειξε, τῆς δὲ φύσεως ἡ ἀσθένεια ἠλέγχετο. Ταῦτα δὲ πότε; Ἐν νυκτὶ, ἐν ᾗ παρεδόθη ὁ Χριστός· τότε οὖν, φησὶν, εἱστήκει ὁ Πέτρος παρὰ τὴν ἀνθρακιὰν θερμαινόμενος, καὶ κόρη τις προσῆλθε, καὶ λέγει αὐτῷ· Χθὲς καὶ σὺ μετὰ τούτου τοῦ ἀνθρώπου ἦς. Ὁ δέ· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Εἶτα καὶ δεύτερον καὶ τρίτον· καὶ ἐπληρώθη ἡ ἀπόφασις. Εἶτα ὁ Χριστὸς ἐνέβλεψε τῷ Πέτρῳ, φωνὴν διὰ τοῦ βλέμματος ἀφιείς· οὐ γὰρ διὰ στόματος αὐτῷ ἐλάλησεν, ἵνα μὴ ἐλέγξῃ αὐτὸν ἐπὶ τῶν Ἰουδαίων, καὶ τὸν ἴδιον καταισχύνῃ μαθητὴν, ἀλλὰ διὰ τοῦ βλέμματος τὴν φωνὴν ἀφῆκε· τουτέστι, Πέτρε, ὃ ἔλεγον, γέγονεν. Ἀμέλει γοῦν καὶ ὁ Πέτρος αἰσθανόμενος τότε ἤρξατο κλαίειν, ἀλλ' οὐχ ἁπλῶς ἔκλαυσεν, ἀλλὰ πικρῶς, δεύτερον βάπτισμα διὰ τῶν δακρύων ἐκ τῶν ὀφθαλμῶν ποιήσας. Ἀλλὰ κλαύσας οὕτω πικρῶς, ἐξήλειψε τὴν ἁμαρτίαν· μετὰ ταῦτα δὲ πιστεύεται τὰς κλεῖς τῶν οὐρανῶν. Εἰ δὲ Πέτρου κλαυθμὸς τηλικαύτην ἐξήλειψεν ἁμαρτίαν, σὺ ἐὰν κλαύσῃς, πῶς οὐκ ἂν ἀπαλείψεις τὴν ἁμαρτίαν; Οὐ γὰρ μικρὸν ἦν ἔγκλημα τὸ ἀρνήσασθαι τὸν ἴδιον ∆εσπότην, ἀλλὰ μέγα καὶ ἰσχυρόν· ἀλλ' ὅμως τὰ