18
Πατρὸς καὶ τοῦ Υἱοῦ θεότητος ὑπάρ χει, ἐκ τοῦ ἅγιον αὐτὸ εἶναι κατ' οὐσίαν, καὶ ἁγίους ποιεῖν πάντας τοὺς προσβάλλοντας αὐτοῦ τῇ κοινω νίᾳ, καθώς φησιν ὁ Ἀπόστολος πρὸς οὓς ἔφη· «Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύ ματι αὐτοῦ τῷ ἁγίῳ.» Εἰ δὲ οὐκ ἔστι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς καὶ Υἱοῦ ὑποστάσεως, πάλιν φημὶ, πῶς συνηριθμήθη Πατρὶ καὶ Υἱῷ· ὡς μὴ δυναμένης τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος ἐπαρκέσαι πρὸς ἁγιασμὸν τοῖς πιστοῖς, προσέλαβε τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας εἰς συμπλήρωσιν ἁγιασμοῦ, τὸν οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ ὄντα; Εἰ δὲ τοῦθ' οὕτω νομισθείη, πῶς φαμεν ἀπροσδεὲς τὸ Θεῖον; αὐτοτε λὲς, μηδαμῶς χρῇζον παρ' ἑτέρου τινός τι τῶν ὁ προσδεόμενος τοῦ εὐεργετεῖν δυναμένου. Ἄρ. εἶπεν· Εἰ τῆς ἀϊδίου θεότητος ἦν τὸ Πνεῦμα ὁμοούσιον, πάντως οὖν πανταχοῦ κατ' οὐσίαν παρῆν, καὶ οὐκ ἀποστελλόμενον ἀπὸ τόπου εἰς ἕτερον τόπον ἐπορεύετο. Ἀθ. εἶπεν· Οἱ ἅγιοι ἄγγελοι τὸ Πνεῦμα ἔχουσι; ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Καὶ πάνυ. Ἀθ. εἶπε· ∆ιαπαντὸς συνὸν αὐτοῖς τυγχάνει, ἢ πρὸς καιρὸν συνῆν καὶ τὸ ἅγιον Πνεῦμα ταῖς ἁγίαις δυνάμεσιν; ἆρα πὴ μὲν λέξεις τοὺς ἀγγέλους ἁγίους, πὴ δὲ οὐχ ἁγίους; Τῇ μὲν γὰρ παρουσίᾳ τοῦ ἁγίου Πνεύματος ἅγιοι τυγχάνουσιν, ἐν τῇ ἀπουσίᾳ δὲ αὐτοδῆλόν ἐστι μὴ εἶναι ἁγίους αὐτοὺς, κατὰ τὸ εἰρημένον πρὸς τοῦ Θεοῦ· «Οὐ μὴ καταμείνῃ τὸ 28.492 Πνεῦμά μου μετὰ τῶν ἀνθρώπων τῆς γενεᾶς ταύτης, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Καὶ Παῦλος ὁ ἀπό στολός φησιν· «Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Εἰ οὖν ἡ τῶν κακῶν πρά ξεων αἰτία γίνεται μὴ συνεῖναι τὸ Πνεῦμα τοῖς ἁμαρτάνουσιν, ἐκ τοῦ μὴ εἶναι καὶ ἐνοικεῖν ἔν τισι τὸ ἅγιον Πνεῦμα, δείκνυται μὴ εἶναι Χριστοῦ. Ἄρα οὖν ἅγιοι ἄγγελοι ἁμαρτίας διάκονοι, εἰ μὴ διαπαντὸς ἔχουσι τὸ Πνεῦμα τὸ ἅγιον. Πῶς οὖν ἀδιαλείπτως προσέχουσι τῇ δόξῃ τοῦ Θεοῦ, εἰ μὴ ἅγιοι καὶ κοινωνοὶ Πνεύματος ἁγίου εἶεν διαπαντός; Ἄρ. εἶπε· ∆ιαπαντὸς ἔχουσιν αἱ ἅγιαι δυνάμεις τὸ Πνεῦμα. Ἀθ. εἶπεν· Οἱ ἅγιοι Πατέρες οἱ ἀπ' αἰῶνος εὐαρεστήσαντες τῷ Θεῷ συνὸν ἔσχον τὸ ἅγιον Πνεῦμα, καὶ νῦν ἔχουσιν αὐτό; ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Καὶ ἔσχον καὶ ἔχουσι πάντες οἱ ἅγιοι τὸ ἅγιον Πνεῦμα ἀχωρίστως. Ἀθ. εἶπε· Τοῖς ἀποστόλοις συνῆν τὸ ἅγιον Πνεῦμα ἐν σαρκὶ οὖσι; ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ἀθέμιτόν ἐστι φάναι μὴ συνεῖναι τὸ ἅγιον Πνεῦμα τοῖς ἀποστόλοις. Ἀθ. εἶπεν· Ἅμα πάντες ἐπορεύοντο κηρύττοντες τὴν βασιλείαν τῶν οὐρανῶν, ἢ διεσπά ρησαν εἰς τὰ δώδεκα μέρη τοῦ κόσμου; Ἄρ. εἶπεν· Ἐχωρίσθησαν ἀπ' ἀλλήλων σαρκὶ, πρὸς τὸ μαθητεῦσαι πάντα τὰ ἔθνη εἰς τὴν ἐν Χριστῷ πίστιν. Ἀθ. εἶπεν· Εἰ οὖν ἀγγέλοις σύνεστι τὸ ἅγιον Πνεῦ μα, καὶ ταῖς ἁγίαις ψυχαῖς τῶν Πατέρων τῶν εὐαρε στησάντων τῷ Θεῷ συνὸν τυγχάνει τὸ ἅγιον Πνεῦμα, καὶ τῶν ἀποστόλων διαστάντων μακραῖς διαστάσεσιν ἀπ' ἀλλήλων, πρὸς τὸ κηρύξαι τὴν βασιλείαν τῶν οὐρανῶν, παρῆν αὐτοῖς τὸ ἅγιον Πνεῦμα· ἄρα τὰ σύμπαντα πληροῖ πανταχοῦ παρὸν κατ' οὐσίαν, ὥσπερ ὁ Θεὸς ὁ Πατὴρ, καὶ ὁ μονογενὴς Υἱὸς αὐ τοῦ. Ἄρ. εἶπε· ∆εδόσθω κατ' οὐσίαν πανταχοῦ παρεῖναι τὸ ἅγιον Πνεῦμα· διὰ τί οὖν ὁ προφήτης ἐκ προσώπου τοῦ Θεοῦ ἔλεξεν· «Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα,» εἰ μὴ ἦν κτιστὴ δύναμις; Ἀθ. εἶπεν· Ἀεὶ τὸ Πνεῦμα τὸ ἅγιον κτίζεται, ἢ ἅπαξ ἐκτίσθη κατὰ σέ; Ἄρ. εἶπε· Μὴ παρὰ τὸν ὀρθὸν νοῦν πεύσεις πρόσαγε. Πρὸ πάντων τῶν αἰώνων φημὶ ἐκτίσθαι τὸ Πνεῦμα. Ἀθ. εἶπεν· Ὁ προφήτης εἶπε, «κτίζων,» ὡς διαπαντὸς κτίζοντος τοῦ Θεοῦ ἡ τοῦ προφήτου δηλοῖ φωνή. Ἄρα οὖν οὐ περὶ τοῦ ἁγίου Πνεύματος φάσκει τὸ «κτίζων,» ἀλλὰ περὶ πνοῆς ἀνέμων πρὸς ἀνά κτησιν ἁπάσης τῆς κτίσεως. Ἔσται δέ σοι σα φεστάτη ἡ περὶ τούτου γνῶσις, ἐὰν, λαβὼν τὸν προ φήτην, ἐντύχῃς ἐκ τῶν ἑπομένων. Εἰ γὰρ, καθὼς ἔδωκας, πρὸ πάντων τῶν αἰώνων ἔκτισται τὸ Πνεῦμα, εἰρήκει ἂν, Ἐγὼ ὁ Θεὸς στερεῶν βροντὴν καὶ κτίσας Πνεῦμα. Νῦν δὲ οὐχ οὕτως ἔφη. Ἄρ. εἶπε· Παρατετηρημένως οὖν τοῦτο καλῶς ἔφης. Τὸ δέ· «Πάντα δι' αὐτοῦ ἐγένετο,» ἅπαντα