18
Ὁ γὰρ πάντα τὰ τῶν Ἑλλήνων πάλαι νικῶν καθάπερ ὑπὸ δεσπότου τοῦ μάρτυρος ἐπιτιμηθεὶς ἐπαύσατο τῆς ὑλακῆς καὶ οὐδὲν ἐφθέγγετο.
74 Καὶ τὸ μὲν πρῶτον ἐδόκει διὰ τὸ μὴ μετέχειν θυσιῶν καὶ τῆς ἄλλης θεραπείας τοῦτο ποιεῖν. Τοιοῦτος γὰρ ὁ δαιμόνων τρόπος· ὅταν μὲν τῇ κνίσῃ καὶ τῷ καπνῷ καὶ τοῖς αἵμασιν αὐτοὺς θεραπεύωσι καθάπερ κύνες αἱμοβόροι καὶ λίχνοι παραγίνονται λάψοντες, ὅταν δὲ μηδεὶς ὁ ταῦτα παρέχων ᾖ καθάπερ τινὶ λιμῷ διαφθείρονται, καὶ τῶν μὲν θυσιῶν καὶ τῶν αἰσχρῶν ἐπιτελουμένων τελετῶν-οὐδὲν γὰρ αὐτῶν ἕτερον τὰ μυστήρια ἀλλ' ἢ ἔρωτες ἄτοποι καὶ παίδων ὕβρεις καὶ γάμων διαφθοραὶ καὶ οἰκιῶν ἀνατροπαί τῶν γὰρ φόνων τοὺς σκαιοὺς τρόπους καὶ τὰ τῶν φόνων ἀνομώτερα δεῖπνα ἀφίημι νῦν-ἀλλ' ὅμως τούτων μὲν τελουμένων πάρεισι καὶ εὐφραίνονται κἂν κακοῦργοι κἂν γόητες κἂν λοιμοὶ οἱ ταῦτα τελοῦντες ὦσι. Μᾶλλον δὲ οὐδέ εἰσιν ἕτεροί τινες οἱ ταῦτα διακονούμενοι. Σώφρων γὰρ ἀνὴρ καὶ ἐπιεικὴς καὶ σεμνὸς οὐκ ἂν ἀνάσχοιτο κώμου καὶ μέθης οὐδὲ ῥῆμα αἰσχρὸν οὔτε αὐτὸς ἐκβαλεῖν οὔτε ἑτέρου τινὸς τοιαῦτα ἀσχη μονοῦντος ἀκοῦσαι. Καίτοι γε ἐχρῆν εἰ τῆς ἀρετῆς ἐπεμελεῖτο τῆς ἀνθρωπίνης καὶ τῆς εὐζωίας τῶν προσκειμένων αὐτῷ λόγον εἶχε βραχὺν πλέον βίου ζητεῖν ἀρίστου καὶ τρόπων ὀρθότητος καὶ τὴν ἀσχήμονα πᾶσαν ἐκείνην ἀφεῖναι θοίνην. Ἀλλ' ἐπειδὴ τῆς τῶν ἀνθρώπων ἀπωλείας αὐτοῖς οὐδὲν προτιμότερον τούτοις καὶ τέρπονται καὶ τιμᾶσθαι λέγουσιν ἃ τὸν βίον ἀνατρέπειν εἴωθε τὸν ἡμέτερον καὶ πάντα ἐκ βάθρων ἀνασπᾶν τὰ καλά.
75 Τὸ μὲν οὖν πρῶτον ἐδόκει καὶ οὗτος διὰ τοῦτο σιγᾶν ἠλέγχετο δὲ ὕστερον ἰσχυρᾷ πεπεδημένος ἀνάγκῃ. Ὁ γὰρ ἀναγκάζων φόβος αὐτὸν ἀντὶ χαλινοῦ τινος ἐπικείμενος ἐκώλυε τῇ συνήθει χρῆσθαι κατὰ τῶν ἀνθρώπων ἀπάτῃ. Πόθεν τοῦτο δῆλον; Ἀλλὰ μὴ θορυβηθῆτε. Πρὸς γὰρ αὐτὴν βαδιοῦμαι τὴν ἀπόδειξιν μεθ' ἣν οὐδὲ τοῖς μεμελετηκόσιν ἀναισχυντεῖν ἐξέσται τοῦτο ποιεῖν, οὐ περὶ τῶν παλαιῶν ἐκείνων, οὐ περὶ τῆς τοῦ μάρτυρος δυνάμεως, οὐ περὶ τῆς τοῦ δαίμονος ἀσθενείας. Οὐδὲ γὰρ δέομαι στοχασμοῖς τισι καὶ δι' εἰκότων τοῦτο ποιῆσαι φανερὸν ἀλλ' αὐτὴν τοῦ δαίμονος τὴν ὑπὲρ τούτων παρέξομαι μαρτυρίαν. Αὐτὸς γὰρ ὑμῖν καιρίαν ἔδωκε τὴν πληγὴν καὶ τὴν παρρησίαν ὑμῶν πᾶσαν ἐξέκοψεν. Ἀλλὰ μὴ ὀργίζεσθε αὐτῷ. Οὐ γὰρ ἑκὼν τὰ αὐτοῦ κατέβαλεν ἀλλὰ ἀναγκαζόμενος ὑπὸ μείζονος δυνάμεως τοῦτο ἔπραττε.
76 Πῶς δὲ τοῦτο γέγονε καὶ τίς ὁ τρόπος; Τοῦ βασιλέως τελευτήσαντος τοῦ τὸν μάρτυρα ἀναγαγόντος τὸν ἀδελφὸν τὸν ἐκείνου παρήγαγεν εἰς μέσον διαδεξόμενον τὴν ἀρχὴν ὁ καὶ ἐκείνῳ πρότερον δοὺς τὴν τιμήν, καὶ δέχεται χωρὶς τοῦ διαδήματος τὴν βασιλείαν οὗτος. Τοσοῦτον γὰρ καὶ τῆς τοῦ ἀδελφοῦ τοῦ τετελευτηκότος ἐξουσίας τὸ μέτρον ἦν. Γόης δὲ ὢν καὶ μιαρὸς τὸ μὲν πρῶτον τὰ τοῦ Κυρίου φρονεῖν ὑπεκρίνατο διὰ τὸν τὴν ἀρχὴν αὐτῷ δεδωκότα, ὡς δὲ καὶ οὗτος τὸν βίον μετήλλαξε ῥίψας τὸ προσωπεῖον λοιπὸν γυμνῇ τῇ κεφαλῇ ἢν πάλαι ἔχων δεισιδαιμονίαν ἔκρυπτε ταύτην εἰς μέσον ἐξήγαγε καὶ πᾶσιν ἐποίησε φανερὰν καὶ προστάγματα πανταχοῦ τῆς οἰκουμένης κατεπέμπετο τοὺς ναοὺς ἐπισκευάζεσθαι τῶν εἰδώλων, τοὺς βωμοὺς ἀνίστασθαι, τὰς παλαιὰς τοῖς δαίμοσιν ἀποδίδοσθαι τιμάς, προσόδους αὐτοῖς γίνεσθαι πολλὰς πολλαχόθεν.
77 Ἐντεῦθεν μάγοι καὶ γόητες καὶ μάντεις καὶ οἰωνοσκόποι καὶ μηναγύρται καὶ πάσης ἐργαστήρια μαγγανείας πάντοθεν ἀπὸ τῆς οἰκουμένης συνέτρεχον καὶ ἦν ἰδεῖν τὰ βασίλεια ἀνδρῶν ἀτίμων καὶ φυγάδων πληρούμενα. Οἱ μὲν γὰρ ὑπὸ τοῦ λιμοῦ πάλαι διαφθειρόμενοι-οἱ δὲ ἐπὶ ταῖς φαρμακείαις καὶ ταῖς κακουργίαις ἑάλωσαν δεσμωτήριά τε οἰκοῦντες καὶ μέταλλα ἐργαζόμενοι-ἄλλοι δὲ ἐπιτηδευμάτων αἰσχρῶν μόλις δυνάμενοι διαζῆν ἱερεῖς καὶ ἱεροφάνται ἀναφανέντες ἐξαίφνης ἐν πολλῇ ἦσαν τῇ τιμῇ. Καὶ ὁ βασιλεὺς στρατηγοὺς μὲν καὶ ἄρχοντας παρεπέμπετο καὶ οὐδενὸς ἠξίου λόγου, ἄνδρας δὲ ἡταιρηκότας καὶ τὰς ἀπὸ τοῦ