1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

18

τὴν τῶν παρόντων ὑπεροψίαν πραγμάτων, καὶ τὴν τοσαύτην τελειότητα καὶ ἀκρίβειαν, εἶναί τινας ἔτι καὶ νῦν, εἰ καὶ μὴ τοῖς ῥήμασι λέγοντας, διὰ δὲ τῶν ἔργων τὸ αὐτὸ τοῦτο βοῶντας, πόσης ἂν εἴη κατηγορίας ἄξιον; Καὶ γάρ εἰσιν, εἰσὶν ὄντως, οἱ διὰ τοῦτο νομίζοντες εἰς τόνδε παρῆχθαι τὸν βίον, ἵνα τρυφήσαντες, καὶ τὴν γαστέρα διαῤῥήξαντες, καὶ τὸ σῶμα πιάναντες, οὕτως ἀπέλθωσι, δαψιλεστέραν τῷ σκώληκι παρασκευάζοντες τράπεζαν τὴν ἐξ οἰκείων σαρκῶν. Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινὸν, ὅτι μάτην καὶ εἰκῇ καὶ εἰς οὐδὲν δέον τὰ παρόντα ἀνήλισκον· καίτοι καὶ τοῦτο χωρὶς ἐγκλημάτων οὐκ ἔστιν, οὐδὲ κατηγορίας. Ὅταν γὰρ τὰ πρὸς τροφὴν σώματος παρὰ τοῦ Θεοῦ δοθέντα ἡμῖν χρήματα, καὶ εἰς ἐπικουρίαν τῶν δεομένων, εἰς ἀκολασίαν καὶ ὕβριν καὶ τὴν ἐσχάτην ῥᾳθυμίαν καταναλώσωμεν, οὐκ ἀνεύθυνος ἡμῖν ἔσται ἡ κακίστη αὕτη δαπάνη, ἀλλὰ πάντως δώσομεν λόγον, καὶ τὸ περὶ τῶν πέντε ταλάντων, καὶ δύο, καὶ ἑνὸς εἰρημένον, καὶ ἐπὶ χρημάτων, καὶ τῶν ἄλλων ἁπάντων ἐστὶν εἰπεῖν. Ὅπερ οὖν ἔλεγον, ὅτι μάλιστα μὲν, εἰ καὶ εἰκῇ καὶ μάτην παραγεγόναμεν, οὐδὲ οὕτως ἀνεύθυνος ἡμῖν ἦν ἡ τοιαύτη πρᾶξις· νῦν δὲ χωρὶς τούτου καὶ ἑτέρα κείσεται δίκη. Τὸν γὰρ τρυφῇ συζῶντα. καὶ μελετῶντα μέθην, καὶ παρασίτους τρέφοντα καὶ κόλακας, κρεωφαγίᾳ τε καὶ οἰνοποσίᾳ διαῤῥηγνύμενον, πολλάκις 50.770.30 καὶ ἄκοντα καὶ ἑκόντα ἀνάγκη ἁμαρτάνειν, καὶ παρὰ τὸν τοῦ παρόντος τόπου καιρὸν, καὶ μετὰ τὴν ἐκεῖθεν ἀναχώρησιν. Καθάπερ γὰρ πλοῖον μεῖζον τῆς οἰκείας συμμετρίας τὸ πλῆθος τῶν ἀγωγίμων δεξάμενον, τῷ μεγέθει τοῦ φόρτου βαρυνόμενον ὑποβρύχιον γίνεται, οὕτω καὶ ἡ ψυχὴ, καὶ τοῦ σώματος ἡμῶν ἡ φύσις, πλείονα τῆς οἰκείας δυνάμεως δεξαμένη τὰ σιτία, ὑπέραντλος γίνεται, καὶ τὸ βάρος οὐ στέγουσα τῶν ἐπιβληθέντων, εἰς τὸ τῆς ἀπωλείας καταποντίζεται πέλαγος, καὶ κυβερνήτην, καὶ ναύτας καὶ πρωρέα καὶ ἐπιβάτας, καὶ αὐτὸν τὸν φόρτον μετὰ πάντων προσαπολλύει. Καθάπερ οὖν ἐπὶ τῶν οὕτω διακειμένων πλοίων, οὐ γαλήνη θαλάσσης, οὐκ ἐπιστήμη κυβερνήτου, οὐ ναυτῶν πλῆθος, οὐ κατασκευῆς ἐπιτηδειότης, οὐχ ὥρα ἔτους εὔκαιρος, οὐκ ἄλλο οὐδὲν τὴν οὕτω χειμαζομένην ὀνίνησι ναῦν· οὕτω δὴ καὶ ἐπὶ τῶν τρυφώντων γίνεται· οὐ λογισμῶν πλῆθος, οὐ διδασκαλία καὶ παραίνεσις, οὐ νουθεσίαι καὶ συμβουλίαι, οὐκ ἄλλο οὐδὲν, οὐ φόρος τῶν μελλόντων, οὐκ αἰδὼς, οὐ κατηγορία τῶν παρόντων, οὐκ ἄλλο οὐδὲν διασῶσαι δύναται τὴν οὕτω χειμαζομένην ψυχήν· ἀλλ' ἐπικρατεῖ πάντων ἡ ἀμετρία, καὶ ἄκοντα καὶ ἑκόντα λοιπὸν ὑποβρύχιον τὸν τὰ τοιαῦτα νοσοῦντα καταφέρουσα, καὶ ναυάγιον ἐργαζομένη χαλεπὸν, ὅθεν οὐδὲ ἀνενεγκεῖν ῥᾴδιον. Καὶ οὐδὲ πρὸς τὰ μέλλοντα καὶ τὰς εὐθύνας τὰς ἐκεῖ, ἀλλὰ καὶ πρὸς τὴν παροῦσαν ζωὴν ὁ τοιοῦτος ἄχρηστος γίνεται, καὶ πρὸς οὐδὲν ἐπιτήδειος, ἀλλὰ πανταχοῦ καταγέλαστος, ἔν τε πολιτικοῖς, ἔν τε ἰδιωτικοῖς πράγμασι· κἂν δέοι τι πραχθῆναι τῶν κατεπειγόντων, οὐδὲν προνοητικὸν, οὐδὲν οἰκονομικὸν ἔχων εὑρεθήσεται, πᾶσιν 50.771 εὐχείρωτος ὢν τοῖς ἐχθροῖς, πᾶσιν ἄχρηστος τοῖς φίλοις καὶ τοῖς προσήκουσιν. Οὐκ ἐν κινδύνοις καὶ περιστάσεσιν εὐεπηρέαστος μόνον ὁ τοιοῦτος, οὐκ ἐν γαλήνῃ καὶ ἀδείᾳ ἀφόρητος, ἀλλὰ καὶ ἐν ταῖς δυσκολίαις ὑπὸ τῆς ἀμετρίας ἑκάστῳ τῶν προσπιπτόντων ἔσται ἄχρηστος. Ἐκεῖ μὲν γὰρ αὐτὸν, ἐν ταῖς δυσημερίαις λέγω, δειλία, καὶ ἀνανδρία, καὶ φόβος ἄμετρος, καὶ ἀβουλία πολλὴ καθέξει· ἐνταῦθα δὲ θράσος, καὶ ῥᾳθυμία, καὶ ἀκολασία, ἀμετρία καὶ τῦφος, καὶ ἀλαζονεία, τῶν προτέρων μᾶλλον δυσχερέστερον παρὰ πᾶσι ποιεῖ. Οὐ γὰρ δὴ μόνον τὰ σώματα τῶν οὕτω διακειμένων καὶ ἀειδῆ, καὶ πλαδαρὰ, καὶ διάβροχα, καὶ δυσωδίας ἀφορήτου πάντοθεν ἔμπλεα γίγνεται, ἀλλὰ καὶ ἡ ψυχὴ πολὺ τοῦ σώματός ἐστιν ἀειδεστέρα, πολλῷ μείζονα ἐκείνου νοσήματα δεξαμένη παρὰ τῆς