1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

19

περιγράφει. ὡς καὶ τοῦ Πνεύματος σὺν πᾶσι ταγέντος. εἰ καὶ μεγίστη δύναμις ὑπέστη πρὸς δημιουργίαν. Ἀθ. εἶπεν· Ὁ τῶν ὅλων ∆εσπότης, ὁ Πατὴρ τοῦ Κυρίου 28.493 ὑμῶν Ἰησοῦ Χριστοῦ, ὑπὸ κτιστῆς οὖν φύσεως κα ταλαμβάνεται κατὰ σέ; Ἄρ. εἶπε· Μὴ γένοιτο τοῦτο φῆσαί ποτε! Καὶ γὰρ ἀκούομεν τὸ παρὰ τοῦ Σωτῆρος λεχθὲν, «Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός.» Ἀθ. εἶ πεν· Ἔστιν ἄνθρωπος, ὅστις ἐκτὸς ἢ ἔνδον γινώσκεται πρὸς τοῦ ἰδίου πνεύματος; ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ἀποστόλου φωνή ἐστιν ἡ φάσκουσα ἕτερον μὴ ἐπί στασθαι τὰ ἑτέρου, εἰ μὴ μόνον γινωσκόμενον ἕκαστον πρὸς τοῦ ἰδίου πνεύματος. Καὶ πῶς ἐγχωρεῖ λέξαι μὴ οὕτως ἔχειν; Ἀθ. εἶπε· Τοῦ Θεοῦ οὖν τὰ βάθη τίς γινώσκει, κτιστὴ φύσις, ἢ ἄκτιστος οὐσία; Ἢ τὴν ἄκτιστον οὐσίαν πρὸς τῆς κτίσεως καταλαμβάνεσθαι λέξεις; Εἰ δὲ πρὸς ἀκτίστου λέξεις, λείπεται λοιπὸν ὁμοού σιον ὁμολογεῖσθαι ὑπὸ σοῦ τὸ ἅγιον Πνεῦμα Πατρὶ καὶ Υἱῷ. Πάντα γὰρ τὰ τοῦ Θεοῦ καὶ τὰ βάθη ἐπί σταται τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὸν μακάριον Παῦλον φάσκοντα· «Οὐδεὶς ἀνθρώπων οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ.» Ἄρ. εἶπε· Τὰ τοῦ Θεοῦ πάντα ἅπερ ἂν δόξῃ αὐτῷ, ταῦτα οἶδε τὸ Πνεῦμα, τουτέστι τὰς βουλὰς, ἅσπερ ἂν καταδήλους αὐτῷ ποιήσῃ ὁ Θεός. Ἀθ. εἶπεν· Οὐκοῦν οὐδὲν περισσὸν δίδως τῷ Πνεύματι παρὰ τὸ γένος τῶν ἀνθρώπων. Εἰ ποιήσει γὰρ πρᾶγμα ὁ Θεὸς, ἐὰν μὴ ἀποκαλύψῃ τοῖς δούλοις αὐτοῦ τοῖς προφήταις. Ἄρ. εἶπεν· Οὐ δοκεῖ σοι «τὰ τοῦ Θεοῦ πάντα» τὰς βουλὰς αὐτοῦ εἶναι; Ἀθ. εἶπε· «Τὰ τοῦ Θεοῦ» λέγονται «πάντα,» καὶ αἱ ἐνέργειαι, καὶ τὰ ποιήματα αὐτοῦ, τὰ ὁρατὰ καὶ τὰ μὴ ὁρώ μενα· λέγονται δὲ καὶ αἱ βουλαὶ αὐτοῦ, καὶ πολλά ἐστιν, ἅπερ ὀνομάζεται Θεοῦ. Εἰπέ μοι οὖν σὺ ἐπὶ τοῦ παρόντος· Τῷ πνεύματι τοῦ ἀνθρώπου ὁ ἄνθρω πος τὰ ἴδια ἀποκαλύπτει, ἢ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ πάντα ἐπίσταται ἀφ' ἑαυτοῦ τὰ πραττό μενα ὑπὸ τοῦ ἀνθρώπου, ὑπ' αὐτοῦ τοῦ πνεύματος δηλαδὴ κινουμένου τοῦ ἀνθρώπου πρὸς τὸ ἅπαντα δρᾷν, Ἄρ. εἶπεν· Ἀφ' ἑαυτοῦ ἐπίσταται τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ. Ἀθ. εἶπε· Τῷ μὲν πνεύματι τοῦ ἀνθρώπου ἀποδέδωκας ἀφ' ἑαυτοῦ εἰδέναι πάντα, τῷ δὲ Πνεύματι τοῦ Θεοῦ οὐδὲ οὕτω παρεχώρησας ἔχειν τὴν γνῶσιν; Πρὸς δὲ τούτοις λέγε μοι, «βάθη Θεοῦ» τί νοεῖς; Ἄρ. εἶπε· Πρῶτον φιλαλήθως ὁμολογῆσαι δεῖ, ὅτι πάντα ἀφ' ἑαυτοῦ γινώσκει τὰ τοῦ Θεοῦ τὸ Πνεῦμα· ἔπειτα δὲ δεῖ φάναι «βάθη Θεοῦ» τὸ ἀπέραντον καὶ ἀκατά ληπτον, ὅπερ ἐστὶ, καὶ ὥσπερ ἐστὶν ὁ Θεός· ταῦτα εἰδέναι φημί. Ἀθ. εἶπεν· Εἰ οὖν τὸ ἀπέραντον καὶ ἀκατάληπτον, καὶ ὅπερ ἐστὶ καὶ ὡς ἔστι ταῦτα φὴς, 28.496 τὸν Θεὸν ὑπὸ κτιστῆς φύσεως καταλαμβάνεσθαι ἐρεῖς. Εἰ δὲ τοῦθ' οὕτως ἔχει, οὐκέτι ἀκατάληπτός ἐστι κατὰ σέ. Τὸ γὰρ πρὸς οἵας δήποτ' οὖν καταλαμβάνεσθαι κτιστῆς φύσεως τὸν Θεὸν, οὐ δύναται λέγεσθαι ἀκατάληπτος. Ἄρ. εἶπε· ∆ός μοι μαρτυρίαν ἐκ τῶν ἁγίων Γραφῶν, ὡς περὶ τοῦ Υἱοῦ, ὅτι ὁμοούσιον τυγχάνει τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἀθ. εἶπε· Γέγραπται ἐν τῷ νόμῳ τοῦ Θεοῦ· «Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ μα ταίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.» Καὶ περὶ τοῦ Πνεύ ματος εὑρίσκομεν γεγραμμένον πρὸς τοῦ Σωτῆρος. Φησὶ γὰρ πρὸς τοὺς τοῦ Βεελζεβοὺλ υἱοὺς, τοὺς ἐνυβρίζειν θέλοντας αὐτόν· «Πᾶσα βασιλεία ἐφ' ἑαυτὴν μερισθεῖσα ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ' ἑαυτὴν πίπτει. Καὶ εἰ ὁ Σα τανᾶς τὸν Σατανᾶν ἐκβάλλει, καὶ ἐφ' ἑαυτὸν ἀνέστη καὶ μεμέρισται, πῶς οὖν σταθήσεται αὐτοῦ ἡ βασι λεία; Ἢ πῶς δύναταί τις τὰ σκεύη τοῦ ἰσχυροῦ διαρ πάσαι, ἐὰν μὴ πρότερον, εἰσελθὼν ἐν τῇ οἰκίᾳ, δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει; Καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι;» Καὶ μετ' ὀλίγα φησί· «∆ιὰ τοῦτο λέγω ὑμῖν, ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ Πνεύματος βλασφημία