1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

19

ἐζητοῦμεν, διὰ τί ποτὲ μὲν Σαῦλος, μετὰ δὲ ταῦτα Παῦλος ἐκλήθη. Ἐντεῦθεν ἐξέβημεν εἰς παλαιὰν ἱστορίαν, καὶ τοὺς ἔχοντας ἐπωνυμίας ἐξητάσαμεν ἅπαντας. Εἶτα ἐκεῖθεν καὶ Σίμωνος ἐμνήσθημεν, καὶ τῆς τοῦ Χριστοῦ φωνῆς λεγούσης πρὸς αὐτὸν, Σὺ εἶ Σίμων υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Εἶδες πῶς τὸ πρὸ μικροῦ δόξαν ἀπορίας γέμειν, γνωριμώτερον ἐγένετο νῦν; Ὥσπερ γὰρ σῶμα κεφαλῆς, καὶ ῥίζης δένδρον, καὶ ποταμὸς δεῖται πηγῆς, οὕτω καὶ προοιμίων λόγος. Ἐπεὶ οὖν ἐστήσαμεν ὑμᾶς ἐπ' αὐτὴν τὴν ἀρχὴν τῆς ὁδοῦ, καὶ τὴν ἀκολουθίαν ἐδείξαμεν, ἁψώμεθα λοιπὸν αὐτοῦ τῆς ἱστορίας τοῦ προοιμίου. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Καὶ μὴν ἐν ταῖς Ἐπιστολαῖς Παῦλος καλεῖται· τίνος οὖν ἕνεκεν αὐτοῦ τὴν προσηγορίαν μετέβαλε τὸ Πνεῦμα τὸ ἅγιον; Καθάπερ δεσπότης οἰκέτην πριάμενος, εἶτα βουλόμενος αὐτὸν διδάξαι τὴν δεσποτείαν, μετατίθησιν αὐτοῦ τὸ ὄνομα· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐποίησε τότε. Καὶ γὰρ ἐξ αἰχμαλωσίας τὸν Παῦλον ἔλαβε, καὶ προσφάτως ἦν τῇ δεσποτείᾳ ταύτῃ προσελθών. ∆ιὰ τοῦτο αὐτοῦ μετέβαλε τὴν προσηγορίαν, ἵνα μάθῃ κἀντεῦθεν τὴν δεσποτείαν ἐκεῖνος. Ὅτι γὰρ ὀνομάτων θέσις δεσποτείας ἐστὶ σύμβολον, μάλιστα μὲν καὶ ἐξ ὧν ποιοῦμεν δῆλον· γνωριμώτερον δὲ ἔσται ἐξ ὧν ἐπὶ τοῦ Ἀδὰμ ἐποίησεν ὁ Θεός. Βουλόμενος γὰρ αὐτὸν διδάξαι, ὅτι πάντων ἐστὶν ἄρχων καὶ δεσπότης, ἤγαγε πρὸς αὐτὸν πάντα τὰ θηρία, Ἰδεῖν τί καλέσει αὐτὰ, δεικνὺς ὅτι τῶν ὀνομάτων ἡ θέσις τὴν δεσποτείαν κυροῖ. Εἰ δὲ βούλοισθε καὶ ἐπ' ἀνθρώπων ἰδεῖν τοῦτο γινόμενον, καὶ μαθεῖν, ὅτι ἔθος πολλάκις τοῖς ἀπὸ αἰχμαλωσίας λαμβάνουσι δούλους μετατιθεῖν αὐτῶν τὰ ὀνόματα, ἀκούσατε τί ἐποίησεν ὁ τῶν Βαβυλωνίων βασιλεύς. Λαβὼν γὰρ οὗτος ἐκ τῆς αἰχμαλωσίας τὸν Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαὴλ, οὐκ ἀφῆκεν ἐπὶ τῶν προτέρων ὀνομάτων, ἀλλὰ Σεδρὰκ, Μισὰκ, Ἀβδεναγὼ αὐτοὺς ἐκάλεσεν. Ἀλλὰ τίνος ἕνεκεν οὐκ εὐθέως αὐτὸν μετωνόμασεν, ἀλλ' ἀνέμεινε χρόνον γενέσθαι πολύν; Ὅτι εὐθέως εἰ αὐτὸν μετωνόμασε μεταστάντα, οὐκ ἂν ἐγένετο φανερὰ ἡ μεταβολὴ τοῦ Παύλου, καὶ ἡ πρὸς τὴν πίστιν μετάστασις. Ἀλλ' ὅπερ ἐπὶ τῶν οἰκετῶν συμβαίνει, ὅταν φυγόντες εὐθέως ἀμείβωσιν αὐτῶν τὰ ὀνόματα, ἀφανεῖς γίνονται, τοῦτο καὶ ἐπὶ τοῦ Παύλου γέγονεν ἄν· εἰ εὐθέως ἀφεὶς τοὺς Ἰουδαίους καὶ πρὸς ἡμᾶς ἐλθὼν μετωνομάσθη, οὐδεὶς ἂν ἔγνω ὅτι ὁ διώκτης αὐτός ἐστιν ὁ εὐαγγελιστής. Τὸ δὲ σπουδαζόμενον τοῦτο ἦν, μαθεῖν ὅτι ὁ διώκτης αὐτός ἐστι, καὶ ἀπόστολος γέγονε. Τοῦτο γὰρ ἦν ὃ συνεῖχε τοὺς Ἰουδαίους, ὅτι τὸν διδάσκαλον τὸν ὑπὲρ αὐτῶν ἱστάμενον, ηὕρισκον κατ' αὐτῶν ὄντα. Ἵνα οὖν μὴ ἡ τοῦ ὀνόματος ἀθρόα μεταβολὴ ἀποκρύψῃ τὴν μεταβολὴν τῆς προαιρέσεως, ἀφίησιν αὐτὸν μέχρι πολλοῦ τὴν προτέραν ἔχειν προσηγορίαν· ἵν', ὅταν μάθωσι πάντες, ὅτι αὐτός ἐστιν ὁ διώξας τὴν Ἐκκλησίαν ἔμπροσθεν, τότε λοιπὸν γνωρίμου γενομένου πᾶσι, μεταθῇ καὶ τὴν προσηγορίαν. Καὶ ὅτι τοῦτο αἴτιον, ἄκουσον αὐτοῦ λέγοντος· Ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας· ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Παλαιστίνῃ, φησίν. Εἰ δὲ ταῖς ἐν Παλαιστίνῃ ἠγνοεῖτο ἔνθα διέτριβε, πολλῷ μᾶλλον ταῖς ἀλλαχοῦ 51.138 κειμέναις. Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ, φησὶν, οὐχὶ τῷ ὀνόματι. ∆ιὰ τί Ἀγνοούμενος τῷ προσώπῳ; Οὐδεὶς γὰρ οὐδὲ ἰδεῖν αὐτὸν ἐτόλμα τῶν πιστῶν, ἡνίκα ἡμῖν ἐπολέμει· τοσούτου φόνου, τοσαύτης ἔγεμε μανίας. ∆ιὸ πάντες ἀπεπήδων, πάντες ἔφευγον, εἴ που παραγενόμενον εἶδον, καὶ οὐδὲ ἀντιβλέψαι ἐτόλμων· οὕτως ἦν ἐκτεθηριωμένος κατὰ τῶν πιστῶν· μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει. Ἐπεὶ οὖν τῷ μὲν προσώπῳ αὐτὸν ἠγνόουν, μόνον δὲ ἀκούοντες ἦσαν, εἰ τὸ ὄνομα αὐτοῦ μετεβλήθη εὐθέως, οὐκ ἂν οὐδὲ οἱ ἀκούοντες ἔγνωσαν, ὅτι ὁ διώκων τὴν πίστιν, οὗτος