1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

19

φιλοστοργίαν πρὸς ἄρχοντα δεῖξαι βουλόμενος)· Μὴ ἐξέλθῃς, φησὶν, εἰς τὸν πόλεμον μεθ' ἡμῶν, ἵνα μὴ σβεσθῇ ὁ λύχνος τοῦ Ἰσραήλ. Ὅρα ἐν πόσῃ φειδοῖ τὸν γέροντα εἶχον. Σφόδρα δέομαι τῶν ὑμετέρων εὐχῶν· μηδείς με, ὅπερ ἔφην, ἐξ ἀμέτρου ταπεινοφροσύνης ἀφαιρείσθω ταύτην τὴν συμμαχίαν καὶ τὴν βοήθειαν. Ἂν τὰ ἡμέτερα εὐδοκιμῇ, καὶ τὰ ὑμέτερα λαμπρότερα ἔσται· ἂν ἐπιῤῥέῃ τὰ τῆς διδασκαλίας ἡμῖν, εἰς ὑμᾶς ὁ πλοῦτος διαβήσεται. Ἄκουε τοῦ προφήτου λέγοντος, Μὴ ἑαυτοὺς ποιμαίνουσιν οἱ ποιμένες; Ὁρᾷς τὸν Παῦλον ἐπιζητοῦντα συνεχῶς ταύτας τὰς εὐχάς; ἀκούεις ὅτι Πέτρος οὕτως ἐξηρπάγη τοῦ δεσμωτηρίου, ἐπειδὴ ἦν εὐχὴ ἐκτενὴς ὑπὲρ αὐτοῦ γινομένη; Σφόδρα πιστεύω ὅτι πολλὰ δυνήσεται ὑμῶν ἡ εὐχὴ, μετὰ τοσαύτης συμφωνίας γινομένη. Πόσον νομίζετε μεῖζον εἶναι τῆς ἡμετέρας σμικρότητος τὸ ὑπὲρ δήμου τοσούτου προσιέναι τῷ Θεῷ καὶ παρακαλεῖν; Εἰ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ παῤῥησίαν δεηθῆναι οὐκ ἔχω, πολλῷ μᾶλλον ὑπὲρ ἑτέρων. Τῶν γὰρ εὐδοκιμούντων ἐστὶ τοῦτο καὶ ἑτέροις ἀξιοῦν ἵλεων γενέσθαι τὸν Θεὸν, τῶν ἑαυτοῖς εὐμενῆ καταστησάντων· ὁ δὲ καὶ αὐτὸς προσκεκρουκὼς, πῶς ὑπὲρ ἄλλου δεήσεται; Ἀλλ' ὅμως ἐπειδὴ σπλάγχνοις ὑμᾶς περιπλέκομαι πατρικοῖς, ἐπειδὴ ἡ ἀγάπη πάντα τολμᾷ, οὐκ ἐπὶ τῆς ἐκκλησίας μόνον, 62.491 ἀλλὰ καὶ κατ' οἶκον, πρὸ τῶν ἄλλων ἁπάντων ὑπὲρ τῆς ὑμετέρας ὑγείας τῆς κατὰ ψυχὴν, τῆς κατὰ σῶμα ποιοῦμαι τὴν δέησιν. Οὐ γάρ ἐστιν οὕτως ἱερεῖ πρέπουσα εὐχὴ ἑτέρα, ὡς τὸ ὑπὲρ τῶν τοῦ λαοῦ καλῶν πρὸ τῶν αὐτοῦ προσιέναι καὶ ἐντυγχάνειν τῷ Θεῷ. Εἰ γὰρ ὁ Ἰὼβ ἀνιστάμενος εὐθέως ὑπὲρ τῶν τέκνων τοσαῦτα ἐποίει τῶν σαρκικῶν, πόσῳ μᾶλλον ὑπὲρ τῶν πνευματικῶν ἡμεῖς τοῦτο ποιεῖν ὀφείλομεν; δʹ. Τί δὲ ταῦτά φημι; Ὅτι εἰ ἡμεῖς ὑπὲρ ἁπάντων ὑμῶν ποιούμεθα δεήσεις καὶ προσευχὰς, καίτοι γε τοσοῦτον ἀπέχοντες τοῦ μεγέθους τοῦ πράγματος, πολλῷ μᾶλλον δίκαιον καὶ ὑμᾶς τοῦτο ποιεῖν. Ἕνα μὲν γὰρ ὑπὲρ πολλῶν ἀξιοῦν, σφόδρα τολμηρὸν καὶ πολλῆς δεόμενον παῤῥησίας· πολλοὺς δὲ ὁμοῦ συνελθόντας ὑπὲρ ἑνὸς ποιεῖσθαι τὴν δέησιν, οὐδὲν φορτικόν. Οὐ γὰρ τῇ οἰκείᾳ πιστεύων ἕκαστος ἀρετῇ τοῦτο ποιεῖ, ἀλλὰ τῷ πλήθει, καὶ τῇ ὁμονοίᾳ, ᾗ μάλιστα ὁ Θεὸς δυσωπεῖται πανταχοῦ. Ὅπου γὰρ ἂν ὦσι δύο ἢ τρεῖς, φησὶ, συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἰ, ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, ἐν μέσῳ ἐστὶ, πολλῷ μᾶλλον ἐφ' ὑμῶν. Ὃ γὰρ καθ' ἑαυτόν τις εὐχόμενος λαβεῖν οὐ δύναται, τοῦτο μετὰ τοῦ πλήθους εὐχόμενος λήψεται· διὰ τί; Ὅτι εἰ καὶ μὴ ἡ οἰκεία ἀρετὴ, ἀλλ' ἡ συμφωνία πολλὴν ἔχει τὴν ἰσχύν. Ὅπου ἐὰν ὦσι, φησὶ, δύο ἢ τρεῖς συνηγμένοι. ∆ιὰ τί εἶπε, ∆ύο; Ἂν γὰρ εἷς ᾖ εἰς τὸ ὄνομά σου, διὰ τί μὴ εἶ ἐκεῖ; Ὅτι πάντας ὁμοῦ βούλομαι εἶναι, καὶ μὴ διεσπάσθαι. Συμφράττωμεν τοίνυν ἀλλήλους, συνδεσμῶμεν τῇ ἀγάπῃ, μηδεὶς ἡμᾶς χωριζέτω. Εἴ τις ἐγκαλεῖ, εἴ τις λελύπηται, μὴ κατὰ διάνοιαν ἐχέτω, κἂν πρὸς τὸν πλησίον, κἂν πρὸς ἡμᾶς. Ταύτην ὑμᾶς τὴν χάριν αἰτῶ, προσιέναι, καὶ ἐγκαλεῖν, καὶ ἀπολογίας δέχεσθαι παρ' ἡμῶν. Ἔλεγξον, φησὶ, μήποτε οὐκ εἶπεν· ἔλεγξον, μήποτε οὐκ ἐποίησε· καὶ εἰ ἐποίησεν, ἵνα μὴ προσθῇ. Ἢ γὰρ ἀπελογησάμεθα, ἢ καταγνωσθέντες συγγνώμην ᾐτήσαμεν, καὶ πειρώμεθα λοιπὸν μηκέτι περιπεσεῖν τοῖς αὐτοῖς. Τοῦτο καὶ ὑμῖν συμφέρει, καὶ ἡμῖν. Ὑμεῖς μὲν γὰρ ἴσως καὶ ἀλόγως ἐγκαλοῦντες, μαθόντες τοῦ πράγματος τὴν ἀλήθειαν, διορθωθήσεσθε· ἡμεῖς δὲ ἡμαρτηκότες ἀγνοοῦμεν καὶ διορθούμεθα. Ὑμῖν μὲν ἀδιαφορεῖν οὐ συμφέρει· καὶ γὰρ τιμωρία κεῖται τοῖς πᾶν ῥῆμα ἀργὸν ἐκβάλλουσιν· ἡμεῖς δὲ ἀποδυόμεθα τὰ ἐγκλήματα, τά τε ψευδῆ τά τε ἀληθῆ· τὰ μὲν ψευδῆ, ὅτι ψευδῆ ἐστι δείξαντες, τὰ δὲ ἀληθῆ, μηκέτι ποιοῦντες τὰ αὐτά. Πολλὴ γὰρ ἀνάγκη τὸν τοσούτων 62.492 φροντίζοντα καὶ ἀγνοεῖν, καὶ ἐξ ἀγνοίας ἁμαρτάνειν. Εἰ γὰρ οἰκίαν ἕκαστος ὑμῶν ἔχων, καὶ γυναικὸς