20
πρᾶγμα, καὶ κατάγελως ἔσχατος, ὑμῶν αὐτῶν φείσασθε τῆς τοῦ σώματος ῥώσεως, τῆς κατὰ ψυχὴν ὑγιείας. Οὐ λέγω πρὸς σκληραγωγίαν ἑαυτοὺς ἀγαγεῖν, ἂν μὴ βουληθείης· τὸ περιττὸν ἀνέλωμεν, τὸ τῆς χρείας ἔξω περικόψωμεν. Ποίαν γὰρ συγγνώμην ἔχομεν, ὅταν ἕτεροι μὲν μηδὲ τῆς χρείας ἀπολαύωσι κύριοι ὄντες, ἡμεῖς δὲ καὶ ὑπὲρ τὴν χρείαν ὁδεύωμεν; Ὅρος ἡμῖν ἔστω τροφῆς τὸ μὴ βλάπτον, τὸ παῦσαι πεινῶντας χωρὶς βλάβης δυνάμενον, περαιτέρω δὲ μηδὲν ἐπιζητῶμεν· μᾶλλον δὲ εἰ χρή τι θαυμαστὸν εἰπεῖν, καὶ παρὰ τὴν τῶν πολλῶν ὑπόληψιν, ἀληθὲς δὲ, εἰ καὶ ἡδονὴν ἐπιζητοῦμεν, ἐν αὐταρκείᾳ ταύτην μᾶλλον ἢ ἐν τρυφῇ οὖσαν εὑρήσομεν. Ἄκουσον πῶς αὕτη μείζων ἐκείνης ἐστὶν ἡ ἡδονὴ καὶ εὐπορωτέρα. Ἡ μὲν γὰρ οὐδὲ συστῆναι δύναται λοιπὸν, οὐδὲ εὑρίσκει φύσιν βρωμάτων ἐπιτηδείαν αὐτῇ· ἡ δὲ καὶ ἐξ ἐναντίων συνίστασθαι δύναται. Τίς τοῦτό φησιν; Ὁ μάλιστα πάντων αὐτῆς ἀπολελαυκώς. Ψυχῇ γὰρ, φησὶν, ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται· ψυχὴ ἐμπεπλησμένη κηρίοις ἐμπαίζει. Ὁρᾷς πῶς ἐκείνην μὲν καὶ ἐξ ὀλίγων καὶ ἐκ πάντων συστῆναι ῥᾴδιον, ταύτην δὲ οὐδαμῶς; Εἰ γὰρ τὰ κηρία μὴ προσιέμεθα, τί γένοιτο ἂν ἡμῖν ἡδὺ λοιπόν; εἰ τὸ πάντων γλυκύτατον οὐκ ἂν δύναιτο παρέχειν ἡδονὴν, ποῖον ἔσται τὸ δυνάμενον ποιῆσαι ἐν ἡδονῇ; Ὥστε εἰ ἡδονὴν ἐπιζητοῦμεν, ἐνταῦθα μᾶλλον εὑρήσομεν. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τὴν μὲν ἡδονὴν, καὶ ὑγίειαν, καὶ πάντα ἔχουσαν τὰ ἀγαθὰ καὶ θεοφιλῆ φεύγειν τράπεζαν, ἑτέραν δὲ κατασκευάζειν μυρίων γέμουσαν συμφορῶν, ἀηδῆ τε καὶ λυπηρὰν, καὶ ἐπίνοσον, καὶ, τὸ πάντων χαλεπώτατον, παροξύνουσαν ἡμῶν τὸν Θεόν; Εἰ γὰρ Ἡ χήρα ἡ σπαταλῶσα ζῶσα τέθνηκε, τί ἂν εἴποιμεν 50.773 περὶ τῶν ἀνδρῶν; εἰ ἐν τῇ Παλαιᾷ τοῦτο ἀπηγόρευται μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ πολλῇ κέχρηται κατὰ τῶν τρυφώντων καταφορᾷ ὁ προφήτης· καίτοι γε εἶδος τέθεικε τρυφῆς οὐ σφόδρα δαπανηρὸν, οὐδὲ ὄντως ἁβρόν· Οἱ δὲ ἐσθίοντες ἐρίφια ἐκ ποιμνίων καὶ μοσχάρια γαλαθηνὰ, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν· εἰ ταῦτα κατηγορίας ἄξια, ὅτε πάντα ἦν σαρκικὰ, καὶ τοῦ οὐρανοῦ λόγος οὐδεὶς, ὅτε παιδαγωγία ἦν τὰ Ἰουδαϊκὰ, τί ἂν εἴποιμεν πρὸς τὴν βλακείαν τὴν νῦν; Εἰ γὰρ ἐρίφια καὶ μοσχάρια γαλαθηνὰ ἐσθίειν ὡς ὑγρόν τινα καὶ περιττὸν τοὺς ζῶντας διαβάλλει βίον, τί ἂν εἴποιμεν περὶ τῶν τοὺς μυχοὺς τῆς θαλάσσης διερευνώντων, καὶ τὰς ἐσχατιὰς τῆς γῆς, καὶ παντοδαποὺς ὀρνίθων καὶ ἰχθύων θηρευτὰς πανταχόθεν συλλεγόντων ἑαυτοῖς; Εἰ τὸν διυλισμένον οἶνον οἱ πίνοντες ἐν μέμψει, τί ἂν εἴποις πρὸς τοὺς ἀποδημίας διαποντίους στελλομένους ὑπὲρ οἴνου, καὶ πάντα κινοῦντας, ὥστε μηδὲν γένος διαλαθεῖν ἀμπέλου, καθάπερ μέλλοντας εὐθύνας διδόναι, ἢ ἐπὶ τοῖς ἐσχάτοις καταγινώσκεσθαι, εἰ μὴ παντὸς γένους ἐμφορηθεῖεν οἴνου; Εἰ ἐλέφαντος κλίνῃ κεχρῆσθαι κατηγορίας ἄξιον, οἱ πολὺν αὐταῖς περιβάλλοντες ἄργυρον, μᾶλλον δὲ ἐξ ἀργύρου μόνου χαλκεύοντες, οὐ κλίνας, ἀλλ' ἤδη καὶ ὑπόβαθρα, καὶ λέβητας, καὶ κεράμια, καὶ ἀμίδας, ποίας ἂν τύχοιεν συγγνώμης; Τί μικρὸν ἢ μέγα εἰπεῖν εἰς τὰς εὐθύνας ἐκείνας δυνήσονται; Ἐγὼ δὲ τούτοις προστίθημι τὸ πάντων χαλεπώτατον, ὅτι καὶ ἐξ ἀλλοτρίων συμφορῶν ταῦτα συνείλεκται. Καίτοι γε ὁ προφήτης τοῦτο οὐ τέθεικεν, ἀλλὰ μόνον διέβαλε τὴν τρυφήν. Ὅταν δὲ καὶ αἰτία προσῇ χαλεπωτέρα τῆς τρυφῆς, τίς ἐξαιρήσεται τοὺς τὰ τοιαῦτα ποιοῦντας τῆς ἐσχάτης κολάσεως; ποῖος Νῶε παραστήσεται, ποῖος Ἰὼβ, ποῖος ∆ανιήλ; Οὐκ ἔστιν οὐδείς. Ἀλλ' ἐπὶ τούτων ἔστιν εἰπεῖν· Ἐκκαυθήσεται ὁ θυμός μου ὡσεὶ καπνός. Οὐ γάρ ἐστι, παρακαλῶ, θυμοῦ καὶ ὀργῆς ὄντως ἐμπλησθῆναι ἐσχάτης, καὶ διαῤῥαγῆναι, ὅταν ἕτερος μὲν μηδὲ ἀναγκαίας ἀπολαύῃ τροφῆς, σὺ δὲ τοσοῦτον εἰκῆ καὶ μάτην χαλκεύῃς