1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

20

εὐαγγελίζεται. Ἐπειδὴ γὰρ τὸ πρότερον αὐτοῦ ὄνομα ᾔδεσαν, ὅτι Σαῦλος ἐλέγετο, εἰ μεταβληθεὶς εὐθέως Παῦλος ἐκλήθη, εἶτα ἀπήγγειλάν τινες αὐτοῖς, ὅτι Παῦλος εὐαγγελίζεται, ὁ διώκων τὴν Ἐκκλησίαν, οὐκ ἂν ἔγνωσαν ὅτι οὗτος ἐκεῖνος ἦν, διὰ τὸ μὴ Παῦλον αὐτὸν καλεῖσθαι, ἀλλὰ Σαῦλον. ∆ιὰ τοῦτο ἀφῆκεν αὐτὸν μέχρι πολλοῦ τὴν προτέραν ἔχειν προσηγορίαν, ἵνα πᾶσι γνώριμος γένηται τοῖς πιστοῖς, καὶ τοῖς πόῤῥωθεν οὖσι καὶ οὐχ ἑωρακόσιν αὐτόν. δʹ. Τίνος μὲν οὖν ἕνεκεν οὐκ εὐθέως μετεβλήθη αὐτοῦ τοὔνομα, ἱκανῶς ἀποδέδεικται. Ἀνάγκη λοιπὸν ἐπ' αὐτὴν ἐλθεῖν τοῦ λόγου τὴν ἀρχήν. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Τί ἐστιν, Ἔτι; Τί γὰρ ἐποίησε πρὸ τούτου, ὅτι λέγει, Ἔτι; Τὸ γὰρ, Ἔτι, περὶ ἀνθρώπου πολλὰ κακὰ πεποιηκότος ἔμπροσθεν λέγεται. Τί οὖν ἐποίησε; Τί γὰρ οὐκ ἐποίησεν, εἰπέ μοι, κακόν; Αἱμάτων ἐνέπλησε τὰ Ἱεροσόλυμα τοὺς πιστοὺς ἀναιρῶν, τὴν Ἐκκλησίαν ἐπόρθει, τοὺς ἀποστόλους ἐδίωκε, τὸν Στέφανον ἔσφαξεν, οὐκ ἀνδρῶν, οὐ γυναικῶν ἐφείδετο. Ἄκουσον γοῦν τοῦ μαθητοῦ αὐτοῦ λέγοντος· Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας. Οὐδὲ γὰρ ἤρκει αὐτῷ ἡ ἀγορὰ, ἀλλὰ καὶ εἰς τὰς οἰκίας ἐπεπήδα· Κατὰ τοὺς οἴκους γὰρ εἰσπορευόμενος, φησί. Καὶ οὐκ εἶπεν, ἄγων, οὐδὲ, ἕλκων ἄνδρας καὶ γυναῖκας, ἀλλὰ, Σύρων ἄνδρας καὶ γυναῖκας· καθάπερ περὶ θηρίου διαλεγόμενος, Σύρων ἄνδρας καὶ γυναῖκας· καὶ οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ γυναῖκας. Οὐδὲ τὴν φύσιν ᾐδεῖτο, οὐδὲ τὸ γένος ἠλέει, οὐδὲ πρὸς τὴν ἀσθένειαν ἀπεκλᾶτο. Ζήλῳ γὰρ, οὐχὶ θυμῷ ταῦτα ἐποίει. ∆ιὰ τοῦτο οἱ μὲν Ἰουδαῖοι τὰ αὐτὰ ποιοῦντες, ἄξιοι κατηγορίας· οὗτος δὲ τὰ αὐτὰ ποιῶν, ἄξιος συγγνώμης. Καὶ γὰρ ἀπ' αὐτῶν ὧν ἐποίουν δῆλοι ἦσαν, ὅτι ἐκεῖνοι μὲν τιμῆς ἕνεκεν καὶ δόξης τῆς παρὰ τῶν πολλῶν ταῦτα ἔπραττον· οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ τῷ Θεῷ ζηλῶν, εἰ καὶ μὴ κατ' ἐπίγνωσιν· διὰ τοῦτο ἐκεῖνοι τὰς μὲν γυναῖκας ἠφίεσαν, τοῖς δὲ ἀνδράσιν ἐπολέμουν, ἐπειδὴ εἰς ἐκείνους ἑώρων τὴν ἑαυτῶν περιελθοῦσαν τιμήν· οὗτος δὲ, ἅτε ζηλοτυπῶν, πρὸς ἅπαντας ἵστατο. Ταῦτ' οὖν ἅπαντα ἐννοήσας ὁ Λουκᾶς, καὶ ὁρῶν αὐτὸν οὔπω κορεννύμενον, ἔλεγε· Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Οὐκ ἐκόρεσεν αὐτὸν ὁ φόνος Στεφάνου, οὐκ ἐνέπλησεν αὐτοῦ τὴν ἐπιθυμίαν ἡ δίωξις τῆς Ἐκκλησίας, ἀλλὰ περαιτέρω προῄει, καὶ οὐδαμοῦ ἵστατο τῆς μανίας· ζῆλος γὰρ ἦν. Ἀλλ' ἐπανελθὼν ἄρτι ἀπὸ τῆς σφαγῆς Στεφάνου, ἐδίωκε τοὺς ἀποστόλους· καὶ ταὐτὸν ἐποίει, ὥσπερ ἂν εἰ λύκος ἄγριος ἐπιπηδήσας ποίμνῃ προβάτων, καὶ ἀρνίον ἁρπάσας ἐκεῖθεν, καὶ τῷ οἰκείῳ σπαράξας στόματι, 51.139 θρασύτερος ὑπὸ τῆς ἁρπαγῆς ἐγένετο. Οὕτω καὶ Σαῦλος ἐπεπήδησε τῷ χορῷ τῶν ἀποστόλων, ἥρπασεν ἐκεῖθεν τὸ ἀρνίον τοῦ Χριστοῦ, τὸν Στέφανον διεσπάραξεν, ἐγένετο λοιπὸν ὑπὸ τῆς σφαγῆς ταύτης θρασύτερος. ∆ιὰ τοῦτό φησιν, Ἔτι. Καίτοι τίνα οὐκ ἂν ἐνέπλησεν ὁ φόνος ἐκεῖνος; τίνα οὐκ ἂν κατῄδεσεν ἡ ἐπιείκεια τοῦ σφαττομένου, τὰ ῥήματα ἅπερ λιθαζόμενος ὑπὲρ τῶν λιθαζόντων ηὔχετο, Κύριε, λέγων, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην; ∆ιὰ τοῦτο ὁ διώκτης εὐαγγελιστὴς γέγονεν. Εὐθέως γὰρ μετὰ τὸν φόνον οὗτος μετεβάλλετο, ἐκείνου τῆς φωνῆς ἤκουσεν ὁ Θεός. Καὶ γὰρ ἄξιος ἦν ἀκούεσθαι Στέφανος καὶ διὰ τὴν ἀρετὴν Παύλου τὴν ἐσομένην, καὶ διὰ οἰκείαν ὁμολογίαν, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ἀκουέτωσαν ὅσοι ἐχθροὺς ἔχουσιν, ὅσοι πλεονεκτοῦνται. Κἂν γὰρ μυρία πάθῃς δεινὰ, οὐδέπω ἐλιθάσθης, καθάπερ ὁ Στέφανος. Καὶ ὅρα τί γίνεται. Ἐνεφράττετο μία πηγὴ ἡ τοῦ Στεφάνου, καὶ ἠνοίγετο ἑτέρα μυρίους ἀφιεῖσα ποταμούς. Ἐπειδὴ γὰρ ἐσίγησε τὸ στόμα Στεφάνου, ἤχησεν εὐθέως ἡ σάλπιγξ τοῦ Παύλου. Οὕτως οὐδέποτε ὁ Θεὸς εἰς τέλος ἐγκαταλιμπάνει τοὺς