1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

21

87 Ἀκούσας δὴ ταῦτα ὁ ὑποκριτὴς ἐκέλευσε κατενεχθῆναι τὴν λάρνακα ἵνα ἡ ἧττα δήλη γένηται καὶ καταφανής. Εἰ μὲν γὰρ εἶπεν ὅτι "διὰ τὸν ἅγιον οὐ δύναμαι φθέγγεσθαι"-ἀλλὰ μηδὲν κινεῖτε μηδ' ἐνοχλεῖτε περαιτέρω-τοῖς αὐτοῦ μόνοις ἂν ἐγένετο φανερόν οὐ γὰρ ἂν εἰς ἑτέρους τοῦτο ἐξήνεγκαν αἰσχυνόμενοι-νῦν δὲ ὥσπερ ἐκπομπεῦσαι σπουδάζων τὴν ἀσθένειαν αὐτοῦ οὕτως ἅπαντα πράττειν ἠνάγκαζε δι' ὧν οὐδὲ βουλομένοις ἐνῆν συσκιάσαι τὸ γεγονός. Οὐδὲ γὰρ ἔτι δυνατὸν διασωθῆναι τὴν ὑπόκρισιν διὰ τὸ μηδένα τῶν ἄλλων νεκρῶν ἀλλὰ μόνον τὸν μάρτυρα μετακινηθῆναι ἐκεῖθεν. Καὶ οὐχ οἱ τὴν πόλιν οἰκοῦντες μόνον καὶ τὸ προάστειον καὶ τοὺς ἀγροὺς ἀλλὰ καὶ οἱ πόρρωθεν ἀφ ιστάμενοι τῶν χωρίων καὶ τὴν λάρνακα οὐχ ὁρῶντες κειμένην εἶτα τὴν αἰτίαν ἐξετάζοντες εὐθέως ἐμάνθανον, ὡς ὁ δαίμων παρὰ τοῦ βασιλέως ἀξιούμενος μαντεύεσθαι εἶπε τοῦτο μὴ δύνασθαι ποιεῖν ἕως ἂν αὐτοῦ τὸν μακάριον ἀποστήσῃ τις Βαβύλαν.

88 Καίτοι γε, ὦ καταγέλαστε, ἐνῆν σοι καὶ εἰς ἑτέρας προφάσεις καταφυγεῖν οἷα πολλάκις ποιεῖς μυρία τεχνάζων ἐν ταῖς ἀπορίαις ἀεί, πρὸς μὲν τὸν Λυδὸν εἰπὼν ὅτι Ἅλυν τὸν ποταμὸν διαβὰς μεγάλην ἀρχὴν καταλύσει καὶ δείξας αὐτὸν ἐπὶ τῆς πυρᾶς, ἐπὶ δὲ τῆς Σαλαμῖνος αὐτῷ τε τῷ σοφῷ τούτῳ χρησάμενος καὶ τὸν καταγέλαστον σύνδεσμον προσθείς τὸ μὲν γὰρ εἰπεῖν ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν ὅμοιον ἦν τῷ τοῦ Λυδοῦ, τὸ δὲ προσθεῖναι ἤτοι σκιδναμένης ∆ημήτερος ἢ συνιούσης πλείονος γέλωτος καὶ τοῖς ἐν ταῖς τριόδοις ὑπὸ τῶν ἀγυρτῶν λεγομένοις προσεοικός-ἀλλ' οὐδὲ τοῦτο ἤθελες. Καὶ ἐξῆν ἀσαφείᾳ κρύψαι τὸν λόγον-καὶ γὰρ τοῦτο τῆς τέχνης ἀεὶ τῆς σῆς-ἀλλ' ἐπέκειντο πάντες πάλιν ἀγνοοῦντες καὶ λύσιν ἐπιζητοῦντες. Καὶ ἐνῆν σοι καταφυγεῖν ἐπὶ τοὺς ἀστέρας, καὶ γὰρ τοῦτο ποιεῖς πολλάκις καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς.

89 Οὐ γὰρ πρὸς ἄνδρας νοῦν ἔχοντας ὁ λόγος ἐστί σοι ἀλλὰ πρὸς θρέμματα καὶ θρεμμάτων ἀλογωτέρους. Οὐκ ἦσαν τῶν Ἑλλήνων σοφώτεροι τῶν ταῦτα ἀκουόντων καὶ οὐκ ἀφισταμένων τῆς ἀπάτης; Ἀλλὰ συνεώρων τὸ ψεῦδος; Οὐκοῦν ἐχρῆν τἀληθῆ πρὸς τὸν ἱερέα μόνον εἰπεῖν καὶ αὐτὸς ἂν εὗρέ σου μᾶλλον συσκιάσαι τὴν ἧτταν; Νῦν δὲ τίς σε ἔπεισεν, ἄθλιε, εἰς οὕτω φανερὰν σαυτὸν ἀναισχυντίαν ἐμβαλεῖν; Ἀλλὰ τάχα σὺ μὲν οὐδὲν ἥμαρτες, ὁ δὲ βασιλεὺς κακῶς ὑπεκρίνατο ἀδιορίστως μὲν περὶ τῶν νεκρῶν ἀκούσας ἐπὶ δὲ τὸν ἅγιον μόνον ἐλθών· ἐκεῖνός σε διήλεγξε καὶ τὴν ἀπάτην ἐγύμνωσεν. Ἀλλ' οὐδὲ ἐκεῖνος ἑκών. Οὐ γὰρ ἦν τοῦ αὐτοῦ τοσούτοις τε ἀναθήμασι τιμᾶν καὶ πάλιν ὑβρίζειν τὸν αὐτόν, ἀλλὰ πάντας ὁμοῦ τοῦ μάρτυρος ἐσκότωσεν ἡ δύναμις καὶ οὐκ ἀφῆκε συνιδεῖν τὰ γινόμενα, ἀλλ' ἐπράττετο μὲν ἅπαντα ὡς κατὰ Χριστιανῶν περιετρέπετο δὲ οὐκ εἰς τοὺς πάσχοντας ἀλλ' εἰς τοὺς δρῶντας ὁ γέλως. Οὕτω που καὶ οἱ μαινόμενοι δοκοῦσι μὲν ἀεὶ τοὺς πλησίον ἀμύνεσθαι τοὺς τοίχους λακτίζοντες καὶ ῥητὰ καὶ ἄρρητα τοὺς παρόντας λέγοντες κακά, αἰσχύνουσι δὲ δι' ὧν ποιοῦσιν οὐκ ἐκείνους ἀλλ' ἑαυτούς. ὃ δὴ τότε ἐγένετο.

90 Εἵλκετο μὲν γὰρ ἡ λάρναξ διὰ τῆς ὁδοῦ πάσης, ἐπανῄει δὲ ὁ μάρτυς καθάπερ τις ἀθλητὴς εἰς τὴν ἑαυτοῦ πόλιν δεύτερον φέρων στέφανον ἐν ᾗ καὶ τὸν πρότερον ἀνεδήσατο, ὥστε εἴ τις μὴ καταδέχοιτο τὴν ἀνάστασιν λαμπρότερα τοῦ μάρτυρος μετὰ τὴν τελευτὴν ἔργα θεώμενος αἰσχυνέσθω λοιπόν. Οἷον γάρ τις ἀριστεὺς τροπαίοις συνῆπτε τρόπαια, μεγάλοις μείζονα καὶ θαυμαστοῖς θαυμαστότερα. Τότε μὲν γὰρ πρὸς βασιλέα μόνον ἠγωνίσατο νῦν δὲ καὶ πρὸς βασιλέα καὶ δαίμονα, καὶ τότε μὲν τῶν ἱερῶν περιβόλων τὸν κρατοῦντα ἀπήλασε νῦν δὲ τοῦ χωρίου παντὸς τῆς ∆άφνης τὸν λυμεῶνα ἀπήγαγεν οὐ χειρὶ χρώμενος καθάπερ καὶ πρότερον ἀλλ' ἀοράτῳ δυνάμει τὴν ἀόρατον καταγωνιζόμενος. Καὶ ζῶντος μὲν οὐκ ἤνεγκε τὴν παρρησίαν ὁ ἀνδροφόνος, τελευτήσαντος δὲ οὐχ ὑπέμεινε τὴν κόνιν οὔτε ὁ βασιλεὺς οὔτε ὁ δαίμων ὁ ταῦτα κινῶν τὸν βασιλέα ποιεῖν.