1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

21

ἄργυρον εἰς οὐδὲν δέον, ἀλλ' οὐδὲ πρὸς ἐπίδειξιν; Οὐδὲ γὰρ πρὸς αὐτὸ τοῦτο χρήσιμον ἔσται σοι, ἀλλ' εἰς τοὐναντίον περιτραπήσεται. Σὺ 50.774 μὲν γὰρ ὥστε ἐπιφανὴς καὶ ἐπίσημος γενέσθαι τοῦτο ποιεῖς, συμβαίνει δὲ τοὐναντίον. Οὐ γὰρ εἶ τις ἐπιφανὴς καὶ ἐπίσημος, ἀλλ' ἐπὶ ὠμότητι καὶ πλεονεξίᾳ, καὶ τοῖς ἐσχάτοις κακοῖς ἅπαντές σε διαβάλλουσι. Πόσος γὰρ ὁ φθόνος, πόση ἡ βασκανία, πόσον τὸ μῖσος παρὰ πάντων, πόση ἡ μεταβολῆς ἐπιθυμία πᾶσι! Τὰς γὰρ εἰς τὸν Θεὸν βλασφημίας ἀφίημι, ἃς οἱ τοιοῦτοι πλοῦτοι τίκτουσι· καίτοι τοῦτο πάντων χαλεπώτερον· καὶ τὸ πρὸ τούτου, καὶ ὅπερ ἂν εἴπῃς, θάτερον θατέρου χεῖρον εὑρήσεις. Ἀλλ' οὐχὶ τὴν σύμμετρον καὶ μετρίαν οὖσαν ἡμῖν, ἣν οὐ προφήτης σκώπτει, οὐκ ἄνθρωπος μέμφεται, οὐ Θεὸς αἰτιᾶται, οὐ πῦρ κολάζει, οὐκ ἀποστρέφεταί τις, οὐ μισεῖ, οὐ βασκαίνει, ἀλλ' ἀποδέχεται μὲν Θεὸς, κοινωνοῦσι δὲ ἄγγελοι, ἐπαινοῦσι δὲ ἄνθρωποι, καὶ δέχεται οὐρανός. Αὗται αἱ τράπεζαι ἀγγέλους ἐδέξαντο· ταύταις ὁ Χριστὸς παραγίνεται, οὐκ ἐν ἐκείναις. Τοιαῦται αἱ τῶν προφητῶν ἦσαν, τοιαῦται αἱ τῶν ἀποστόλων, τοιαῦται αἱ τῶν δικαίων. Αἱ δὲ τῶν τυράννων καὶ τῶν ἐπὶ γῆς κακῶς πλουτούντων, ἔχουσαι ὀρχηστὰς, καὶ τοὺς ἄλλους τῶν ἐπὶ λύμῃ τοῦ βίου ζώντων, καὶ λῃστῶν, καὶ γοήτων, καὶ τυμβωρύχων, ἐκεῖναι. Ὅταν τοιαύτην παραθῇς τράπεζαν, ἄγγελος μὲν ἀποπηδᾷ, παροξύνεται δὲ Θεὸς, χαίρει δὲ ὁ τῶν δαιμόνων ἀρχηγὸς, ἀποστρέφονται δὲ, καὶ μισοῦσι, καὶ τήκονται, οὐχ οἱ ἐχθροὶ μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ δοκοῦντες ἔχειν ἐπιτηδείως ἄνθρωποι, φθόνῳ μᾶλλον ἐσθιόμενοι, ἢ τῶν παρόντων ἀπολαύοντες. Ὅταν δὲ ἐκείνην τις παραθῇ, τὴν σώφρονα, καὶ σύμμετρον, καὶ οὐδεμίαν ἔχουσαν φλεγμονὴν, καὶ ἡδίστη καὶ προσηνὴς ᾖ πᾶσι τοῖς φίλοις, καὶ Θεῷ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις· παραγίνεται οὖν ὁ τοῦ Θεοῦ Μονογενής. Ὥσπερ γὰρ φεύγει τὸν τῦφον, καὶ τὸν ὑψηλόφρονα ἅπαντα, καὶ τὸν θόρυβον· οὕτω τῷ ταπεινῷ φίλος ἐστὶ, καὶ σύνεστιν ἀεὶ, καὶ πάντα περιφράττει, καὶ τειχίζει πανταχόθεν. Τοῦ δὲ Χριστοῦ παραγινομένου, οὐδὲν ἕτερον ἐπιζητεῖν χρή. Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, φεύγωμεν ἐκεῖνα, διώκωμεν ταῦτα, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.