1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

21

αὐτῷ προστρέχοντας, ἀλλὰ μείζονα ὧν ἀποστεροῦσιν οἱ ἐχθροὶ δίδωσιν αὐτὸς τὰ δῶρα. Οὐ γὰρ τοιοῦτον ἐξέβαλον ἀπὸ τῆς φάλαγγος στρατιώτην ἐκεῖνοι, οἷον ἀντεισήγαγεν ὁ Χριστός. Σαῦλος δὲ ἔτι. Καὶ ἄλλο τι δηλοῖ τὸ, Ἔτι, τοῦτο· οἷον, ὅτι ἔτι μαινόμενον, ἔτι ἀγριαίνοντα, ἔτι ἐν ἀκμῇ τοῦ θυμοῦ ὄντα, ἔτι τῷ φόνῳ ζέοντα ἐπεσπάσατο ὁ Χριστός. Οὐδὲ γὰρ ἀνέμεινε λῆξαι τὸ νόσημα, καὶ σβεσθῆναι τὸ πάθος, καὶ πραότερον γενέσθαι τὸν ἄγριον, καὶ οὕτως εἵλκυσεν· ἀλλ' ἐν αὐτῇ τῇ ἀκμῇ τῆς μανίας αὐτὸν ἐχειρώσατο, ἵνα δείξῃ τὴν ἑαυτοῦ δύναμιν, ὅτι ἐν μέσῃ τῇ βακχείᾳ τότε ἐκείνῃ ζέοντος ἔτι τοῦ θυμοῦ κρατεῖ καὶ περιγίνεται τοῦ διώκτου. Καὶ γὰρ ἰατρὸν τότε θαυμάζομεν μάλιστα, ὅταν δυνηθῇ τὸν πυρετὸν αἰρόμενον καὶ τὴν φλόγα τοῦ νοσήματος οὖσαν ἐν ἄκρᾳ σφοδρότητι κατασβέσαι καὶ παντελῶς ἀφανίσαι· ὃ καὶ ἐπὶ τοῦ Παύλου γέγονεν. Ἐν ἀκμῇ γὰρ αὐτὸν ὄντα τῆς φλογὸς, ὥσπερ τις δρόσος ἄνωθεν κατενεχθεῖσα, ἡ φωνὴ τοῦ Κυρίου τοῦ νοσήματος ἀπήλλαξε παντελῶς. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, ἀφῆκε τὸ πλῆθος, καὶ τοῖς ἄρχουσι λοιπὸν ἐπεπήδα. Ὥσπερ γὰρ ὁ δένδρον βουλόμενος ἐκτεμεῖν, τοὺς κλάδους ἀφεὶς, κάτωθεν ἐκκόπτει τὴν ῥίζαν, οὕτω δὴ καὶ οὗτος ἐπὶ τοὺς μαθητὰς ἦλθε, τὴν ῥίζαν τοῦ κηρύγματος βουλόμενος ἀνελεῖν. Ἀλλὰ οὐκ ἦσαν ῥίζαι τοῦ κηρύγματος οἱ μαθηταὶ, ἀλλ' ὁ τῶν μαθητῶν ∆εσπότης. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ἐκείνη δὲ ἀκαταγώνιστος ἡ ῥίζα. ∆ιὰ τοῦτο ὅσῳ πλείονα ἐξέτεμνον κλήματα, τοσούτῳ καὶ πλείονα καὶ μείζονα πάλιν ἐβλάστανεν. Ἐξετμήθη γοῦν Στέφανος, καὶ ἀνεβλάστησε Παῦλος καὶ οἱ διὰ Παύλου πιστεύσαντες. Ἐγένετο δὲ, φησὶν, ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ ∆αμασκῷ, ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἐκ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαῦλε, Σαῦλε, τί με διώκεις; Τίνος ἕνεκεν οὐχὶ πρῶτον ἡ φωνὴ ἠνέχθη, ἀλλὰ πρότερον φῶς αὐτὸν περιήστραψεν; Ἵνα μεθ' ἡσυχίας ἀκούσῃ τῆς φωνῆς. Ἐπειδὴ γὰρ ὁ πρός τι πρᾶγμα τεταμένος καὶ θυμοῦ πλήρης ὢν, κἂν μυρίοι καλῶσιν, οὐκ ἐπιστρέφεται, ὅλος τῆς 51.140 προκειμένης ὑποθέσεως ὤν· ἵνα μὴ καὶ ἐπὶ Παύλου τοῦτο γένηται, καὶ μεθύων τῇ μανίᾳ τῶν γεγενημένων παραπέμψηται τὴν φωνὴν, ἢ μηδὲ ἀκούσῃ τὴν ἀρχὴν, τὴν διάνοιαν ἅπασαν πρὸς τὴν λεηλασίαν ἐκείνην ἔχων, πρότερον διὰ τοῦ φωτὸς πηρώσας αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ τὸν θυμὸν καταστείλας, καὶ σβέσας ἅπαντα τῆς ψυχῆς τὸν θόρυβον, καὶ πολλὴν ἐν τῇ διανοίᾳ γαλήνην ποιήσας, οὕτω τὴν φωνὴν ἀφῆκεν, ἵνα κατενεχθείσης τῆς ἀλαζονείας σώφρονι τῷ λογισμῷ προσέχῃ τοῖς λεγομένοις λοιπόν. Σαῦλε, Σαῦλε, τί με διώκεις; Οὐ τοσοῦτον ἐγκαλοῦντός ἐστιν, ὅσον ἀπολογουμένου. Τί με διώκεις; Τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχων ἐμοί; τί παρ' ἐμοῦ ἠδικημένος; ὅτι τοὺς νεκροὺς ὑμῶν ἀνέστησα; ὅτι τοὺς λεπροὺς ἐκάθηρα; ὅτι τοὺς δαίμονας ἀπήλασα; Ἀλλὰ διὰ ταῦτα προσκυνεῖσθαί με, οὐχὶ διώκεσθαι ἔδει. Καὶ ἵνα μάθῃς, ὅτι τὸ, Τί με διώκεις; ἀπολογουμένου μᾶλλόν ἐστιν, ἄκουσον πῶς καὶ ὁ Πατὴρ αὐτοῦ πρὸς τοὺς Ἰουδαίους τούτῳ κέχρηται τῷ ῥήματι. Ὥσπερ γὰρ οὗτος λέγει, Σαῦλε, Σαῦλε, τί με διώκεις; οὕτω κἀκεῖνος πρὸς τοὺς Ἰουδαίους φησί· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε; Σαῦλε, Σαῦλε, τί με διώκεις; Ἰδοὺ κεῖσαι πρηνὴς, ἰδοὺ δέδεσαι χωρὶς ἁλύσεως. Ὥσπερ οὖν ὅταν δεσπότης οἰκέτην πολλὰ περιφεύγοντα καὶ μυρία ἐργαζόμενον δεινὰ λαβὼν ὑπὸ χεῖρας, καὶ δήσας λέγοι πρὸς αὐτὸν δεδεμένον, Τί σοι βούλει ποιήσω νῦν; ἰδοὺ γέγονας ὑποχείριος· οὕτω καὶ ὁ Χριστὸς τὸν Παῦλον λαβὼν, ῥίψας πρηνῆ, καὶ ὁρῶν τρέμοντα καὶ δεδοικότα καὶ οὐδὲν ἐργάζεσθαι δυνάμενον, φησί· Σαῦλε, Σαῦλε, τί με διώκεις; Ποῦ οὖν ὁ θυμὸς ἐκεῖνος οἴχεται; ποῦ δὲ ἡ μανία; ποῦ δὲ ὁ ζῆλος ὁ ἄκαιρος; ποῦ τὰ δεσμὰ καὶ αἱ περιδρομαί; ποῦ δὲ ἡ ἀγριότης ἐκείνη; Ἀκίνητος μὲν ἔσῃ νῦν, καὶ οὐδὲ ἰδεῖν τὸν διωκόμενον δύνασαι·