1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

22

καὶ ὁ σπεύδων καὶ πανταχοῦ περιτρέχων, χειραγωγοῦ χρείαν ἔχεις νῦν. ∆ιὰ γὰρ τοῦτο καὶ νῦν φησιν αὐτῷ, Τί με διώκεις; ἵνα μάθῃ ὅτι καὶ ἐν τῷ πρὸ τούτου χρόνῳ ἑκὼν αὐτῷ συνεχώρει· ὅτι οὔτε ἐκεῖνα ἀσθενείας ἦν, οὔτε ταῦτα ὠμότητος, ἀλλὰ καὶ ἐκεῖνα φιλανθρωπίας, καὶ ταῦτα κηδεμονίας. Τί οὖν ὁ Παῦλος, Τίς εἶ, Κύριε; Ἐπέγνω τὴν δεσποτείαν ἀπὸ τῆς συγχωρήσεως, ἔμαθε τὴν δύναμιν ἀπὸ τῆς τότε πηρώσεως, ὁμολογεῖ λοιπὸν τὴν ἐξουσίαν. Τίς εἶ, Κύριε; Εἶδες ψυχὴν εὐγνώμονα; εἶδες διάνοιαν ἐλευθερίας γέμουσαν; εἶδες συνειδὸς ἀδέκαστον; Οὐκ ἀντέτεινεν, οὐκ ἐφιλονείκησεν, ἀλλ' ἔγνω τὸν ∆εσπότην εὐθέως. Οὐ καθάπερ Ἰουδαῖοι νεκροὺς ὁρῶντες ἀνισταμένους, πηροὺς ἀναβλέποντας, λεπροὺς καθαιρομένους, οὐ μόνον οὐ προσέτρεχον τῷ ταῦτα ποιοῦντι, ἀλλὰ καὶ πλάνον αὐτὸν ἐκάλουν, καὶ πάντα τρόπον ἐπιβουλῆς ἐκίνουν· ἀλλ' οὐχ ὁ Παῦλος οὕτως, ἀλλ' εὐθέως μετετίθετο. Τί οὖν ὁ Χριστός; Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Καὶ διὰ τί μὴ εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὁ ἀναστὰς, ἐγώ εἰμι Ἰησοῦςἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, ἀλλ', Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις; Ἵνα πλήξῃ αὐτοῦ τὴν διάνοιαν, ἵνα κατανύξῃ αὐτοῦ τὴν ψυχήν. Ἄκουσον γοῦν Παύλου μετὰ πολλοὺς τοὺς χρόνους καὶ μυρία κατορθώματα τοῦτο θρηνοῦντος· Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ἐλάχιστος πάντων τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν. Εἰ δὲ μετὰ μυρία κατορθώματα καὶ τοσούτους χρόνους τοῦτο ἐπένθει, τί εἰκὸς ἦν 51.141 αὐτὸν παθεῖν κατὰ τὸν καιρὸν ἐκεῖνον, κατόρθωμα μὲν οὐδέπω οὐδὲν ἔχοντα, τὴν δὲ δίωξιν ἑαυτῷ συνειδότα, καὶ τῆς φωνῆς ἐκείνης ἀκούοντα; εʹ. Ἀλλ' ἐπιφύονται ἡμῖν ἐνταῦθα· ὑμεῖς δὲ μὴ ἀποκάμητε, κἂν ἑσπέρα καταλάβοι· ὑπὲρ γὰρ τοῦ Παύλου πᾶς ἡμῖν ὁ λόγος, Παύλου τοῦ τριετίαν νύκτα καὶ ἡμέραν τοὺς μαθητὰς διδάσκοντος. Ἐπιφύονται τοίνυν τινὲς ἐνταῦθα, καὶ λέγουσι· Καὶ τί μέγα, ὅτι Παῦλος προσῆλθε; καὶ γὰρ μονονουχὶ ὥσπερ σχοῖνον περιβαλὼν αὐτοῦ τῷ τραχήλῳ ὁ Θεὸς τὴν φωνὴν ἐκείνην, οὕτως αὐτὸν εἵλκυσε πρὸς ἑαυτόν. Προσέχετε μετὰ ἀκριβείας. Καὶ γὰρ καὶ πρὸς Ἕλληνας κοινὸς ἡμῖν οὗτος ὁ λόγος, καὶ πρὸς Ἰουδαίους, οἳ τῆς οἰκείας ἀπιστίας προκάλυμμα νομίζουσιν εἶναι τὸ τοῦ δικαίου κατηγορεῖν, οὐκ εἰδότες ὅτι διπλῆν ἁμαρτάνουσιν ἁμαρτίαν, τήν τε οἰκείαν οὐκ ἀποτιθέμενοι πλάνην, καὶ τὸν ἅγιον τοῦ Θεοῦ τοιαύταις αἰτίαις ὑποβάλλειν ἐπιχειροῦντες. Ἀλλ' ἡμεῖς ὑπὲρ αὐτοῦ τὴν ἀπολογίαν τῇ τοῦ Θεοῦ χάριτι ποιησόμεθα. Τίς οὖν ἐστιν ἡ κατηγορία; Ἀνάγκῃ, φησὶν, αὐτὸν ἐπεσπάσατο ὁ Θεός. Ποίᾳ ἀνάγκῃ, ἄνθρωπε; Ἐκάλεσεν αὐτὸν ἄνωθεν. Ὅλως πιστεύεις, ὅτι ἐκάλεσεν αὐτὸν ἄνωθεν; Οὐκοῦν καὶ σὲ καλεῖ τήμερον δι' ἐκείνης τῆς φωνῆς, ἀλλ' οὐχ ὑπακούεις. Ὁρᾷς ὅτι οὐχὶ ἀνάγκης ἦν τὸ πρᾶγμα; Εἰ γὰρ ἀνάγκη ἦν, καὶ σὲ ἔδει ὑπακούειν· εἰ δὲ σὺ οὐχ ὑπακούεις, εὔδηλον ὅτι κἀκεῖνος ἐκ προαιρέσεως ὑπήκουσε. Καὶ ἵνα μάθητε ὅτι πολὺ μὲν εἰς τὴν Παύλου σωτηρίαν ἡ κλῆσις, καθάπερ καὶ εἰς τὴν τῶν ἄλλων ἁπάντων ἀνθρώπων, οὐ μὴν ἔρημον αὐτὸν ἀφῆκεν εἶναι τῶν οἰκείων κατορθωμάτων καὶ τῶν διὰ τὴν βούλησιν ἐπαίνων, οὐδὲ ἐλυμήνατο αὐτοῦ τὸ αὐτεξούσιον, ἀλλ' ἑκὼν προσῆλθεν οὗτος καὶ ἐξ οἰκείας εὐγνωμοσύνης, ἐξ ἑτέρου παραδείγματος τοῦτο ποιήσω φανερόν. Ἤκουσαν οἱ Ἰουδαῖοι φωνῆς ἄνωθεν φερομένης, οὐχὶ τοῦ Υἱοῦ, ἀλλὰ τοῦ Πατρὸς, περὶ τοῦ Χριστοῦ λεγούσης περὶ τῶν Ἰορδανίων ῥείθρων, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, καὶ λέγουσιν ἐκεῖνοι Οὗτός ἐστιν ὁ πλάνος. Εἶδες φανερὸν πόλεμον; εἶδες δήλην μάχην; εἶδες ὅτι πανταχοῦ εὐγνωμοσύνης χρεία, καὶ ψυχῆς ἀδεκάστου, καὶ μὴ προκατειλημμένης πάθει; Ἰδοὺ καὶ ἐκεῖ φωνὴ, ἐνταῦθα φωνή· ἀλλ' ὁ μὲν ἐπείθετο, οἱ δὲ ἀντέλεγον. Καὶ οὐχὶ φωνὴ μόνον, ἀλλὰ καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς. Ἐπειδὴ γὰρ ἐβάπτιζε μὲν Ἰωάννης, ἐβαπτίζετο δὲ ὁ Χριστὸς, ἵνα μὴ τῷ ἀνθρωπίνῳ σχήματι προσέχοντες, τὸν βαπτίζοντα μείζονα τοῦ