1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

22

λαμπάδας ἔχουσαι ἐσβεσμένας, παρθένοι ἦσαν τῷ σώματι, ἀλλ' οὐχ ἁγναὶ τῇ καρδίᾳ, ἀλλ' εἰ καὶ μὴ ἀνὴρ αὐτὰς διέφθειρε, ἀλλ' ὁ τῶν χρημάτων διέφθειρεν ἔρως· τὸ σῶμα αὐτῶν ἦν καθαρὸν, ἀλλ' ἡ ψυχὴ αὐτῶν πολλῆς ἦν ἐμπεπλησμένη τῆς μοιχείας, πονηρῶν λογισμῶν εἰς αὐτὰς χωρησάντων, τῆς τε φιλοχρηματίας, καὶ ἀσπλαγχνίας, καὶ ὀργῆς, καὶ φθόνου, καὶ ἀργίας, καὶ λήθης, καὶ ὑπερηφανίας, λυμαινομένων πάντων τὴν σεμνότητα τῆς παρθενίας αὐτῶν. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἵνα ἡ παρθένος ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· καὶ πάλιν, Παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὥσπερ γὰρ τὸ σῶμα ὑπὸ μοιχειῶν διαφθείρεται, οὕτω καὶ ἡ ψυχὴ ὑπὸ λογισμῶν σατανικῶν μιαίνεται, ὑπὸ δογμάτων διεφθαρμένων, ὑπὸ νοημάτων ἀτόπων. Ὁ γὰρ λέγων, Παρθένος εἰμὶ τῷ σώματι, τῇ δὲ ψυχῇ φθονεῖ τῷ ἀδελφῷ, οὗτος οὐκ ἔστι παρθένος· τὴν γὰρ παρθενίαν αὐτοῦ διέφθειρεν ἡ τοῦ φθόνου μίξις. Πάλιν ὁ κενόδοξος οὐκ ἔστι παρθένος· τὴν γὰρ παρθενίαν αὐτοῦ διέφθειρεν ὁ τῆς βασκανίας ἔρως· τὸ γὰρ πάθος εἰσελθὸν, τῆς ψυχῆς ἔλυσεν αὐτοῦ τὴν παρθενίαν. Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, οὗτος ἀνθρωποκτόνος ἐστὶ μᾶλλον ἢ παρθένος· καὶ ἁπαξαπλῶς, ἕκαστος εἰς ὃ κρατεῖται πάθος πονηρὸν, ἐν τούτῳ τὴν παρθενίαν αὐτοῦ διαφθείρει. ∆ιὰ τοῦτο ὁ Παῦλος πάσας τὰς πονηρὰς ταύτας ἐξώρισε μί49.304 ξεις, καὶ κελεύει παρθένους ἡμᾶς εἶναι οὕτως, ὡς μηδένα λογισμὸν ἐναντίον παραδέχεσθαι ἑκουσίως τῇ ψυχῇ. δʹ. Τί οὖν πρὸς ταῦτα λέγωμεν; πῶς ἐλεηθῶμεν; πῶς σωθῶμεν; Ἐγὼ λέγω· τὴν εὐχὴν ἐν τῇ καρδίᾳ ἀναλάβωμεν πάντοτε, καὶ τοὺς ταύτης καρποὺς, λέγω δὴ τὴν ταπεινοφροσύνην καὶ πραότητα. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· καὶ πάλιν ὁ ∆αυΐδ· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Οὐδὲν γὰρ οὕτως ἀποδέχεται ὁ Θεὸς καὶ ἀγαπᾷ, ὡς ψυχὴν πρᾶον καὶ ταπεινόφρονα καὶ εὐχάριστον. Βλέπε οὖν καὶ σὺ, ἀδελφὲ, ἐπὰν ἴδῃς τι τῶν ἀδοκήτων προσπεσὸν καὶ ἐνοχλοῦν σοι, μὴ πρὸς ἀνθρώπους καταφύγῃς, καὶ πρὸς θνητὴν ἴδῃς βοήθειαν, ἀλλὰ πάντας παραδραμὼν ἀνάδραμε τῇ διανοίᾳ σου πρὸς τὸν τῶν ψυχῶν ἰατρόν. Καρδίαν γὰρ θεραπεῦσαι ἐκεῖνος μόνος δύναται ὁ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν, καὶ συνιεὶς πάντα τὰ ἔργα ἡμῶν· αὐτὸς δύναται εἰς τὸ συνειδὸς ἡμῶν εἰσελθεῖν, καὶ τῆς διανοίας ἅψασθαι, καὶ παρακαλέσαι τὴν ψυχήν. Ἐὰν δὲ ἐκεῖνος μὴ παρακαλέσῃ τὰς καρδίας ἡμῶν, τὰ παρὰ ἀνθρώπων περιττὰ καὶ ἀνόνητα· ὥσπερ πάλιν τοῦ Θεοῦ παρακαλοῦντος καὶ παραμυθουμένου, κἂν μυρία ἄνθρωποι παρενοχλῶσιν, οὐδὲ εἰς τὸ τυχὸν ἡμᾶς παραβλάψαι δυνήσονται· ὅταν γὰρ ἐκεῖνος στερεώσῃ καρδίαν, οὐδεὶς αὐτὴν διασεῖσαι δύναται. Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, ἀεὶ πρὸς τὸν Θεὸν καταφεύγωμεν, τὸν καὶ βουλόμενον καὶ δυνάμενον λῦσαι ἡμῶν τὰς συμφοράς. Ἀνθρώπους μὲν γὰρ ὅταν δέῃ παρακαλέσαι, καὶ πυλωροῖς ἡμᾶς συντυχεῖν ἀνάγκη πρότερον, καὶ παρασίτους καὶ κόλακας παρακαλέσαι, καὶ ὁδὸν πολλὴν ἀπελθεῖν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ χωρὶς μεσίτου παρακαλεῖται, χωρὶς χρημάτων, χωρὶς δαπάνης ἐπινεύει τῇ δεήσει· ἀρκεῖ μόνον βοῆσαι τῇ καρδίᾳ καὶ δάκρυα προσενέγκαι, καὶ εὐθέως εἰσελθὼν αὐτὸν ἐπισπάσῃ. Καὶ ἄνθρωπον μὲν παρακαλοῦντες πολλάκις δεδοίκαμεν, μή τις τῶν ἐχθρῶν παρὼν, ἢ φίλος, ἤ τις τῶν ἀντιδίκων ἀκούσῃ τοῦ πράγματος, καὶ ἄλλος ἐκφάνῃ τὰ λεγόμενα, καὶ διαφθείρῃ τὸ δίκαιον· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τούτων ὑποπτεῦσαι ἔνι. Ὅταν γὰρ βούλῃ με, φησὶ, παρακαλέσαι, μόνος μοι πρόσελθε μηδενὸς παρόντος, τουτέστι, τῇ καρδίᾳ βόησον, μὴ κινῶν τὰ χείλη. Εἴσελθε γὰρ, φησὶν, εἰς τὸ ταμεῖόν σου· ἀπόκλεισον τὴν θύραν σου, καὶ πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ,