22
Συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος· καὶ Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· καὶ, Σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Ἐνταῦθα δὲ καὶ τὸν τῶν πειρασμῶν λέγει· μᾶλλον δὲ τοῦτον· καὶ γὰρ ἐν πειρασμοῖς ἦν, ὅτε ταῦτα ἔγραφεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ δι' αὐτὸν ἀπεθάνομεν, δι' αὐτὸν οὐ ζησόμεθα; ἀναμφισβήτητον τοῦτό ἐστιν. Εἰ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν, Οὐχ ἁπλῶς εἶπε, Συμβασιλεύσομεν· ἀλλ', Εἰ ὑπομένομεν, δεικνὺς ὅτι οὐκ ἀρκεῖ τὸ ἅπαξ ἀποθανεῖν (καθ' ἑκάστην ἡμέραν ἀπέθνησκεν ὁ μακάριος οὗτος)· ἀλλὰ δεῖ πολλῆς ὑπομονῆς, ἧς μάλιστα ἔδει Τιμοθέῳ. Μὴ γάρ μοι, φησὶ, τὰ πρῶτα εἴπῃς, ἀλλ' εἰ διαπαντός. Εἶτα καὶ ἀπὸ τοῦ ἄλλου μέρους προτρέπει, οὐκ ἀπὸ τῶν ἀγαθῶν, ἀλλὰ καὶ ἀπὸ τῶν κακῶν. Εἰ γὰρ μέλλοιεν τῶν αὐτῶν μετέχειν καὶ οἱ πονηροὶ, οὐκ ἔστι τοῦτο παράκλησις· καὶ εἰ μέλλοιεν ὑπομείναντες μὲν συμβασιλεύειν, μὴ ὑπομείναντες δὲ τοῦτο μόνον πάσχειν, τὸ μὴ συμβασιλεύειν, δεινὸν μὲν καὶ τοῦτο, πλὴν ἀλλὰ τοὺς πολλοὺς οὐχ ἱκανὸν δακεῖν. ∆ιὸ τὸ φοβερώτερον λέγει· Εἰ ἀρνησόμεθα αὐτὸν, κἀκεῖνος ἀρνήσεται ἡμᾶς. Ἄρα οὐκ ἐν τοῖς χρηστοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις αἱ ἀμοιβαί. Τὸν δὲ ἀρνηθέντα ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐννοήσατε τί παθεῖν εἰκός· Ὃς ἐὰν ἀρνήσηταί με, φησὶν, ἀρνήσομαι κἀγὼ αὐτόν. Οὐκ ἐξ ἴσης ἡ ἀντίδοσις, εἰ καὶ οὕτω λέγων δοκεῖ· ἡμεῖς μὲν γὰρ ἄνθρωποι οἱ ἀρνούμενοι, ἐκεῖνος δὲ Θεός· ὅσον δὲ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων τί δεῖ λέγειν; βʹ. Ἄλλως δὲ ἡμεῖς ἐντεῦθεν ἑαυτοὺς βλάπτομεν, ἐκεῖνον δὲ οὐδαμῶς, οὐδὲ δυνάμεθα. ∆ιὰ τοῦτο καὶ ἐπήγαγε τὸ αὐτὸ δηλῶν· Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Τουτέστιν, εἰ ἀπιστοῦμεν ὅτι ἀνέστη, οὐδὲν ἀπὸ τούτου βλάπτεται ἐκεῖνος· ἀληθής ἐστι, βέβαιός ἐστιν, ἄν τε εἴπωμεν, ἄν τε μὴ εἴπωμεν. Εἰ τοίνυν οὐδὲν παρ' ἡμῶν βλάπτεται τῶν ἀρνουμένων, δι' οὐδὲν ἕτερον ἀπαιτεῖ τὴν ὁμολογίαν ἡμῶν, ἀλλ' ἢ διὰ τὸ ἡμῖν χρήσιμον. Ἐκεῖνος γὰρ ὁ αὐτὸς μένει καὶ ἀρνουμένων καὶ μὴ ἀρνουμένων. Ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται, τουτέστι, μὴ εἶναι. Ἡμεῖς 62.626 λέγομεν ὅτι οὐκ ἔστιν, εἰ καὶ μὴ τὸ πρᾶγμα οὕτως ἔχει. Οὐκ ἔχει φύσιν μὴ εἶναι, οὐ δυνατόν· τουτέστιν, εἰς τὸ μὴ εἶναι αὐτὸν χωρῆσαι· ἀεὶ μένει, ἀεί ἐστιν αὐτοῦ ἡ ὑπόστασις. Μὴ τοίνυν ὡς χαριζόμενοι αὐτῷ, οὕτω διακεώμεθα, ἢ ὡς καταβλάπτοντες. Εἶτα, ἵνα μή τις νομίσῃ τὸν Τιμόθεον τούτων δεῖσθαι, ἐπήγαγε· Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Φοβερὸν τοῦτο τὸ ἐπὶ μάρτυρος τοῦ Θεοῦ λέγειν. Εἰ γὰρ ἀνθρώπου μαρτυρίαν καλουμένην οὐκ ἄν τις τολμήσειεν ἀθετῆσαι, πολλῷ μᾶλλον Θεοῦ. Οἷόν τι λέγω· Εἴ τις συνθήκας τιθέμενος ἢ διαθήκας γράφων βούλεται ἀξιοπίστους μάρτυρας καλέσαι, ἆρα τολμήσει τις ἀναθέσθαι ἐκεῖνα τῶν ἔξωθέν τινι; Οὐδαμῶς· κἂν βούληται, δεδοικὼς τὸ τῶν μαρτύρων ἀξιόπιστον, φυλάττεται. Τί ἐστι, ∆ιαμαρτυρόμενος; Μάρτυρα καλεῖ τὸν Θεὸν τῶν λεγομένων, τῶν πραττομένων. Μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον. Οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, Ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Οὐ μόνον οὐδὲν ἐκ τούτου κέρδος, ἀλλὰ καὶ βλάβη πολλή. Ταῦτα τοίνυν ὑπομίμνησκε· κἂν καταφρονῶσιν, ὁ Θεὸς αὐτοὺς κρινεῖ. Τί δήποτε καὶ περὶ τοῦ μὴ λογομαχεῖν παραινεῖ; Οἶδεν ὅτι λίχνον τὸ πρᾶγμα, καὶ ὅτι ἀεὶ βούλεται ἡ ἀνθρωπίνη ψυχὴ μάχεσθαι καὶ λογομαχεῖν. Ἵνα οὖν τοῦτο μὴ γίνηται, οὐχ ἁπλῶς φησι μὴ λογομαχεῖν, ἀλλὰ φοβερώτερον τὸν λόγον ποιῶν ἐπήγαγεν, Ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Πανταχοῦ τὸ ἀνεπαίσχυντον. Τί δήποτε πολλὴν περὶ τῆς αἰσχύνης ποιεῖται τὴν σπουδήν; Ἐπειδὴ εἰκὸς ἦν πολλοὺς ἐπαισχύνεσθαι καὶ τὸν Παῦλον αὐτὸν, ἅτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγμα, ὡς τῶν