23
ἑνός, καὶ οὗτος δὲ οὐχ ἁπλῶς ἀφέθη διακλασθῆναι τότε ἀλλὰ δι' αἰτίαν ἢν μετὰ ταῦτα ἐροῦμεν.
95 Τούτου δὴ συμβάντος ἄγεται μὲν εἰς δικαστήριον εὐθέως ὁ τοῦ δαίμονος ἱερεὺς καὶ τὸν αἴτιον ἠναγκάζετο λέγειν, ὡς δὲ οὐχ εἶχεν ἐξαγκωνίσαντες αὐτὸν καὶ πολλὰς ἐπιθέντες πληγὰς εἶτα μετεωρίσαντες καὶ τὰς πλευρὰς διαξαίνοντες ἐμάνθανον πλέον οὐδέν. Ἀλλ' ἐγίνετο παρόμοιον τῷ ἐπὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. Καὶ γὰρ τότε ἐτάγησαν μὲν οἱ στρατιῶται τὸ σῶμα φυλάττειν τοῦ Ἰησοῦ ἵνα μὴ ἐκγένηται, φησί, κακουργῆσαι περὶ τὴν κλοπὴν τοῖς μαθηταῖς, τὸ δὲ πρᾶγμα εἰς τοῦτο ἐξέβαινεν ὥστε μηδὲ ἀναίσχυντον πρόφασιν ὑπολειφθῆναι τοῖς βουλομένοις περὶ τὴν πίστιν τῆς ἀναστάσεως κακουργεῖν. Καὶ ἐνταῦθα εἵλκετο μὲν ὁ ἱερεὺς ἵνα μὴ θείας ὀργῆς ἀλλ' ἀνθρωπίνης κακουργίας ἔργον εἶναι μαρτυρήσῃ τὸ γεγονός. Στρεβλούμενος δὲ καὶ αἰκιζόμενος καὶ οὐδένα ἔχων ἐκδοῦναι ἐμαρτύρει θεόπεμπτον εἶναι τὸ πῦρ ὡς μηδὲ τοῖς ἀναισχυντεῖν βουλομένοις εἶναί τινα λόγον λοιπόν.
96 Ἀλλ' ὅπερ πρὸ μικροῦ θέλων εἰπεῖν ἀνεβαλόμην τοῦτο νῦν εὐκαίρως ἐρῶ. Τί δὴ τοῦτό ἐστιν; Ὅτι τῷ φόβῳ διέσεισεν αὐτοῦ τὴν ψυχὴν ὁ μάρτυς ὡς μὴ περαιτέρω τῇ τόλμῃ προελθεῖν. Οὐ γὰρ δήπου τὸν μὲν ἱερέα καὶ ὃν ἐν τοσαύτῃ πρότερον ἦγε τιμῇ τοσούτοις ὑπὲρ τῆς ὀροφῆς περιέβαλλε κακοῖς καὶ θηρίου μᾶλλον ὠμοβόρου διεσπάραττε τάχα δ' ἂν καὶ ἀπεγεύσατο τῶν σαρκῶν εἰ μὴ πᾶσι τὸ πρᾶγμα ἐδόκει εἶναι μυσαρόν, τὸν δὲ ἅγιον αὐτὸ τοῦ δαίμονος τὸ στόμα ἐμφράξαντα πάλιν εἰς τὴν πόλιν ἦγεν ὥστε ἐν πλείονι εἶναι τιμῇ. Εἰ γὰρ καὶ μὴ πρότερον ὅτε τὴν ἧτταν ὁ δαίμων ὡμολόγησεν ἀλλὰ μετὰ τὸν ἐμπρησμὸν πάντα ἀνέτρεψεν ἂν καὶ ἀπώλεσε καὶ κατέφλεξε τὴν λάρνακα τὸ μαρτύριον ἑκάτερον τό τε ἐν τῇ ∆άφνῃ τό τε ἐν τῇ πόλει εἰ μὴ τοῦ θυμοῦ ὁ φόβος ἦν μείζων καὶ τῆς ἀθυμίας ἐκράτει τὸ δέος. Ἔθος γὰρ τοῖς πολλοῖς τῶν ἀνθρώπων ὅταν ὑπὸ ὀργῆς κατασχεθῶσι καὶ λύπης κἂν μὴ τοὺς αἰτίους λάβωσι τῶν παθῶν εἰς τοὺς ἐμπίπτοντας ἁπλῶς καὶ ὑπόπτους ἀφιέναι τὴν ὀργήν. Οὐ πόρρω δὲ τῆς ὑποψίας ταύτης ὁ μάρτυς ἦν. Ἅμα τε γὰρ αὐτὸς εἰς τὴν πόλιν ἀφίκετο καὶ τὸ πῦρ ἦλθεν εἰς τὸν ναόν.
97 Ἀλλ' ὅπερ ἔφην πάθος ἐμάχετο πάθει καὶ ὀργῆς ἐκράτει δειλία. Ἐννόησον γάρ μοι τίς ἦν ὁ χρηστὸς ἐκεῖνος εἰς τὸ προάστειον ἀνιὼν καὶ τὸ μὲν μαρτύριον ὁρῶν ἑστηκὸς τὸν δὲ νεὼν ἐμπεπρησμένον καὶ τὸ εἴδωλον ἠφανισμένον καὶ τὰ ἀναθήματα ἀνηλωμένα καὶ τῆς τε ἑαυτοῦ φιλοτιμίας καὶ τῆς σατανικῆς πομπῆς πᾶσαν ἐξῃρημένην ὑπόμνησιν; Εἰ γὰρ μήτε θυμὸς αὐτὸν μήτε ἀθυμία ταῦτα ὁρῶντα εἰσῄει τὴν γοῦν αἰσχύνην οὐκ ἂν ἤνεγκε καὶ τὸν πολὺν γέλωτα, ἀλλ' ἐξέτεινεν ἂν τὰς ἀνόμους χεῖρας καὶ ἐπὶ τοῦ μακαρίου μαρτύριον εἰ μὴ τοῦτο ὅπερ εἶπον κατεῖχεν αὐτόν. Οὐδὲ γὰρ μικρὸν ἦν τὸ γεγονὸς ἀλλὰ πᾶσαν μὲν τῶν Ἑλλήνων τὴν παρρησίαν ἐξέκοψεν ἅπασαν δὲ τὴν εὐφροσύνην ἔσβεσε τοσαύτην δὲ τῆς ἀθυμίας τὴν ἀχλὺν αὐτοῖς κατεσκέδασεν ὅσην ἂν εἰ πάντες ἀπολώλεσαν οἱ ναοί.
98 Καὶ ὅτι οὐ κομπάζων λέγω ταῦτα αὐτὰ παραθήσομαι τὰ ῥήματα τῶν ὀδυρμῶν καὶ τῆς μονῳδίας ἣν εἰς τὸν δαίμονα τοῦτον ὁ τῆς πόλεως εἰργάσατο σοφιστής. Ἔχει δὲ οὕτως ἡ τῶν θρήνων ἀρχή· Ἄνδρες ὧν τοῖς ὀφθαλμοῖς ἀχλὺς κατακέχυται ὥσπερ οὖν καὶ τοῖς ἐμοῖς μήτε καλὴν ἔτι μήτε μεγάλην καλῶμεν τήνδε τὴν πόλιν. Εἶτα εἰπών τινα περὶ τοῦ μύθου τῆς ∆άφνης καὶ διαλεχθείς- οὐ γὰρ ἅπαντα ἐνθεῖναι τὸν λόγον ἐνταῦθα καιρὸς ὑπὲρ τοῦ μὴ μῆκος ἐπεισαγαγεῖν περιττὸν-λέγει ὅτι ὁ Περσῶν βασιλεύς ποτε ὁ τὴν πόλιν ἑλὼν ἐφείσατο τοῦ νεώ. Τὰ δὲ ῥήματά ἐστι ταῦτα· Ὁ μὲν στρατὸν ἐφ' ἡμᾶς ἀγαγὼν ᾤετο αὐτῷ βέλ τιον εἶναι σεσῶσθαι τὸν νεὼν καὶ τὸ κάλλος τοῦ ἀγάλματος ἐκράτει θυμοῦ βαρβαρικοῦ, νῦν δέ, ἥλιε καὶ γῆ, τίς ἢ πόθεν ὁ πολέμιος οὗτος ὃς οὐδὲ ὁπλιτῶν οὐδὲ ἱππέων οὔτε φιλῶν τινων δεη θεὶς μικρῷ σπινθῆρι πάντα ἀνάλωσεν; Εἶτα δεικνὺς ὅτι αὐτοῦ τότε ἐκράτησεν ὁ μακάριος ὅτε μάλιστα ἤνθει τὰ τῶν Ἑλλήνων θυσίαις καὶ τελεταῖς