1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

23

βαπτιζομένου εἶναι νομίσωσιν, ἦλθεν ἡ φωνὴ τοῦτον ἀπ' ἐκείνου διαιροῦσα. Καὶ ἐπειδὴ ἄδηλον ἦν περὶ τίνος ἔλεγεν ἡ φωνὴ ὅπερ ἔλεγεν, ἦλθε καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς, τὴν φωνὴν ἐπὶ τὴν κεφαλὴν ἕλκον τοῦ Χριστοῦ. Ἀλλ' ὅμως καὶ διὰ φωνῆς αὐτὸν ἐκήρυξε, καὶ διὰ τοῦ Πνεύματος ἔδειξε, καὶ μετὰ τοῦτο καὶ Ἰωάννης ἐβόα, ὅτι Οὐκ εἰμὶ ἱκανὸς αὐτοῦ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος· καὶ μυρία ἕτερα καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων μαρτύρια ἐγένετο, καὶ πρὸς ἅπαντα ἀπετυφλώθησαν· μᾶλλον δὲ πάντα μὲν συνεώρων, οὐδενὶ δὲ τῶν λεγομένων, οὐδὲ τῶν πραττομένων ἐπείθοντο, τῇ μανίᾳ τῆς παρὰ τῶν πολλῶν δόξης προκατειλημμένοι τὴν διάνοιαν. Ὅπερ οὖν καὶ ὁ εὐαγγελιστής φησιν, ὅτι πολλοὶ τῶν Ἰουδαίων ἐπίστευσαν εἰς αὐτὸν, διὰ δὲ τοὺς ἄρχοντας οὐχ ὡμολό 51.142 γουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Καὶ αὐτὸς δὲ ὁ Χριστὸς ἔλεγε, Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες; καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως, ἀλλὰ μιᾶς μόνης ἀκούσας φωνῆς αὐτοῦ τοῦ διωκομένου, εὐθέως προσέδραμεν, εὐθέως ὑπήκουσε, καὶ πολλὴν ἐπεδείξατο τὴν μεταβολήν. Εἰ δὲ μὴ ἀπεκάμετε τῷ μήκει τῶν εἰρημένων, ἔτι εἰς ἐγγύτερον παράδειγμα ἄγω τὸν λόγον. Καὶ γὰρ καὶ τοῦ Υἱοῦ ἤκουσαν, καὶ οὕτως ἤκουσαν ὡς Παῦλος ἤκουσε, καὶ ἐν καιρῷ τοιούτῳ ἤκουσαν, οἵῳ Παῦλος ἤκουσε, καὶ οὐδὲ οὕτως ἐπίστευσαν. Καθάπερ γὰρ Παῦλος ὅτε ἐμαίνετο, ὅτε ἠγριαίνετο, ὅτε ἐπολέμει τοῖς μαθηταῖς, ἤκουσε τῆς φωνῆς, οὕτω καὶ Ἰουδαῖοι. Ποῦ, καὶ πότε; Ἐξῆλθον ἐν τῇ νυκτὶ μετὰ φανῶν καὶ λαμπάδων εἰς τὴν σύλληψιν αὐτοῦ· ἐνόμιζον γὰρ ἀνθρώπῳ ψιλῷ ἐπιτίθεσθαι. Βουλόμενος τοίνυν αὐτοὺς διδάξαι τὴν δύναμιν τὴν ἑαυτοῦ, καὶ ὅτι Θεός ἐστι, καὶ πρὸς κέντρα λακτίζουσι, λέγει αὐτοῖς, Τίνα ζητεῖτε; Ἔμπροσθεν αὐτοῦ καὶ πλησίον εἱστήκεισαν, καὶ οὐχ ἑώρων αὐτόν· ἀλλ' αὐτὸς ὁ ζητούμενος αὐτοὺς ἐχειραγώγει πρὸς τὴν εὕρεσιν τὴν ἑαυτοῦ, ἵνα μάθωσιν, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, ὅτι, εἰ μὴ ἐβούλετο συγχωρῆσαι, οὐκ ἂν περιεγένοντο. Πῶς γὰρ, οἱ μηδὲ εὑρεῖν αὐτὸν δυνηθέντες; Τί λέγω, εὑρεῖν αὐτὸν μὴ δυνηθέντες; Ἀλλ' οὔτε ἰδεῖν αὐτὸν παρόντα ἴσχυσαν· οὐ μόνον δὲ παρόντα οὐκ ἴσχυσαν ἰδεῖν, ἀλλὰ καὶ ἐρωτῶντι ἀποκρινόμενοι, οὐδὲ οὕτως ᾔδεσαν ὅστις ποτὲ ἦν ὁ παρών· οὕτω μεθ' ὑπερβολῆς ἁπάσης ἀπετύφλωσεν αὐτῶν τοὺς ὀφθαλμούς. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὑπτίους ἔῤῥιψεν αὐτοὺς τῇ φωνῇ· εἰπόντος γὰρ, Τίνα ζητεῖτε, ἀπῆλθον πάντες εἰς τὰ ὀπίσω ἀπὸ τῆς φωνῆς ταύτης. Ὥσπερ γὰρ τὸν Παῦλον ἡ φωνὴ κατέβαλε, καὶ πρηνῆ κεῖσθαι ἐποίησεν, οὕτω καὶ τούτους ἡ φωνὴ πάντας ἔῤῥιψεν ὑπτίους· καὶ ὥσπερ οὗτος οὐκ ἔβλεπε τὸν διωκόμενον ὑπ' αὐτοῦ, οὕτως ἐκεῖνοι οὐκ ἔβλεπον τὸν ζητούμενον ὑπ' αὐτῶν· ὥσπερ οὗτος ἐν τῷ καιρῷ τῆς μανίας ἀπετυφλώθη, κἀκεῖνοι ἐν αὐτῷ τῷ καιρῷ τῆς μανίας ἀπετυφλώθησαν. Καὶ γὰρ ἐκεῖνος, ὅτε ἐπορεύετο δῆσαι τοὺς μαθητὰς, καὶ οὗτοι, ὅτε ἐξῆλθον δῆσαι τὸν Χριστὸν, ταὐτὰ ἔπαθον. Καὶ ἐκεῖ δεσμὰ, καὶ ἐνταῦθα δεσμά· καὶ ἐκεῖ δίωξις, καὶ ἐνταῦθα δίωξις· καὶ ἐκεῖ πήρωσις, καὶ ἐνταῦθα πήρωσις· καὶ ἐκεῖ φωνὴ, καὶ ἐνταῦθα φωνή· καὶ ὁμοία τῆς τοῦ Χριστοῦ δυνάμεως ἡ ἔνδειξις, ὅμοια τὰ φάρμακα, ἀλλ' οὐχ ὁμοία ἡ διόρθωσις· οἱ γὰρ κάμνοντες πολλὴν εἶχον διαφοράν. Τί γὰρ ἀναισθητότερον, τί δὲ ἀγνωμονέστερον ἐκείνων; Ἔπεσον ὀπίσω, καὶ πάλιν ἀνέστησαν, καὶ πάλιν ἐπέθεντο. Ἆρα τῶν λίθων οὐκ ἦσαν ἀναισθητότεροι; Καὶ ἵνα μάθωσιν, ὅτι οὗτός ἐστιν ὁ εἰπὼν αὐτοῖς, Τίνα ζητεῖτε; καὶ ῥίψας ὀπίσω αὐτοὺς, λέγει αὐτοῖς πάλιν, ὅτε ἀνέστησαν, Τίνα ζητεῖτε; καὶ λέγουσιν, Ἰησοῦν· λέγει αὐτοῖς, Εἶπον ὑμῖν, ὅτι ἐγώ εἰμι· μονονουχὶ λέγων, Μάθετε ὅτι καὶ ὁ πρὸ τούτου εἰπὼν, Τίνα ζητεῖτε; καὶ ῥίψας ὑμᾶς, ἐγώ εἰμι. Ἀλλ' οὐδὲν πλέον ἐκ τούτου ἐγένετο, ἀλλ' ἔμειναν ἐπὶ τῆς αὐτῶν πωρώσεως. Ταῦτ' οὖν ἅπαντα ἐκ παραλλήλου συγκρίνων, μάνθανε ἀκριβῶς, ὅτι οὐκ ἐξ