1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

23

διδασκάλων ἀπολλυμένων. Ὁ Χριστὸς γὰρ ἐσταυρώθη, οὗτος ἔμελλεν ἀποκεφαλίζεσθαι, ὁ Πέτρος κάτωθεν ἀνεσκολοπίσθη, καὶ ταῦτα ἔπαθον παρὰ ἀνθρώπων καταπτύστων καὶ ἰταμῶν. Ἐπειδὴ οὖν οὗτοι ἐκράτουν, Μὴ ἐπαισχυνθῇς, φησὶ, τουτέστι, μηδὲν ὅλως αἰσχύνου πράττειν τῶν εἰς εὐσέβειαν ἡκόντων, κἂν δουλεῦσαι δέῃ, κἂν ὁτιοῦν παθεῖν. Πῶς δὲ γίνεταί τις δόκιμος; Ἐργάτης ὢν ἀνεπαίσχυντος. Ὁ ἐργάτης οὐδὲν αἰσχύνεται πράττειν· οὕτως οὐδὲ ὁ τοῦ Εὐαγγελίου ἐργάτης· πάντα γὰρ ὑφίστασθαι δεῖ. Ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Καλῶς τοῦτο εἶπε· πολλοὶ γὰρ αὐτὸν παρασπῶσι πάντοθεν καὶ παρέλκουσι· πολλὰ ἔχει τὰ ἐπιφυόμενα. Καὶ οὐκ εἶπεν, Ἀπευθύνοντα, ἀλλ', Ὀρθοτομοῦντα· τουτέστι, Τέμνε τὰ νόθα, καὶ τὰ τοιαῦτα μετὰ πολλῆς τῆς σφοδρότητος ἐφίστασο καὶ ἔκκοπτε· καθάπερ ἐπὶ ἱμάντος τῇ μαχαίρᾳ τοῦ πνεύματος πάντοθεν τὸ περιττὸν καὶ ἀλλότριον τοῦ κηρύγματος ἔκτεμνε. Τὰς δὲ βεβήλους καινοφωνίας περιίστασο. Οὐδὲ γὰρ μέχρι τούτου στήσονται. Ὅταν γάρ τι καινὸν ἐπεισενεχθῇ, ἀεὶ καινοτομίας τίκτει· καὶ ἄπειρος ἡ πλάνη τοῦ ἐξελθόντος τὸν λιμένα τὸν εὔδιον, καὶ οὐδαμοῦ στήσεται. Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, φησὶ, καὶ ὁ λόγος αὐτῶν, ὡς γάγγραινα, νομὴν ἕξει. Ἀκάθεκτον κακὸν, οὐκέτι ἰατρείᾳ κατασχεθῆναι δυνάμενον, ἀλλὰ τὸ πᾶν λυμαίνεται. ∆είκνυσιν ὅτι νόσος ἐστὶν ἡ καινοφωνία, μᾶλλον δὲ νόσου χαλεπωτέρα. Ἐνταῦθα τὸ ἀδιόρθωτον αὐτῶν δηλοῖ, καὶ ὅτι οὐχ ἁπλῶς, ἀλλ' ἑκόντες ἀπεπλανήθησαν· ὅθεν καὶ 62.627 μάλιστα οὗτοί εἰσιν ἀδιόρθωτοι. Ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος, φησὶν, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. Καλῶς εἶπεν, Ἐπὶ πλεῖον προκόψουσι· δοκεῖ μὲν γὰρ τοῦτο μόνον εἶναι τὸ δεινόν· ὅρα δὲ πόσα ἐξ αὐτοῦ τίκτεται. Εἰ γὰρ ἤδη ἡ ἀνάστασις, οὐ τοῦτο μόνον ζημιούμεθα, ὅτι τῆς μεγάλης δόξης ἐκείνης ἀπεστερήμεθα, ἀλλὰ ὅτι καὶ τὰ τῆς κρίσεως ἀνῄρηται, εἰ ἤδη γέγονε, καὶ τὰ τῆς ἀντιδόσεως· εἰ γὰρ ἤδη γέγονεν ἡ ἀνάστασις, γέγονε καὶ ἡ ἀνταπόδοσις. Οὐκ οὖν ἀπέλαυσαν μὲν οἱ ἀγαθοὶ τῶν θλίψεων καὶ τῶν ὀδυνῶν· οὐ κολάζονται δὲ οἱ πονηροὶ, καλῶς γε, οἱ ἐν τρυφῇ ὄντες πολλῇ. Βέλτιον ἦν εἰπεῖν, ὅτι οὐκ ἔστιν ἀνάστασις, ἢ ὅτι ἤδη γέγονε. Καὶ ἀνατρέπουσι, φησὶ, τήν τινων πίστιν. Οὐ πάντων, ἀλλά τινων. Εἰ γὰρ ἀνάστασις οὐκ ἔστι, καὶ τὰ τῆς πίστεως ἀνατέτραπται· εἰ ἀνάστασις οὐκ ἔστι, κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ Χριστὸς ἀνέστη· εἰ δὲ μὴ ἀνέστη, οὐδὲ ἐγεννήθη, οὐδὲ εἰς οὐρανοὺς ἀνῆλθεν. Ὁρᾷς πῶς δοκεῖ μὲν τῷ τῆς ἀναστάσεως ἐναντιοῦσθαι λόγῳ, πολλὰ δὲ συνεφέλκεται δεινά. Τί οὖν, φησίν; οὐδὲν δεῖ ποιεῖν ὑπὲρ τῶν ἀνατρεπομένων; Ὁ μέντοι, φησὶ, στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. γʹ. ∆είκνυσιν ὅτι καὶ πρὶν ἀνατραπῆναι οὐκ ἦσαν βέβαιοι· οὐ γὰρ ἂν ἀνετράπησαν ἀπὸ τῆς πρώτης προσβολῆς, ὥσπερ οὖν ὁ Ἀδὰμ πρὸ τῆς ἐντολῆς βέβαιος ἦν. Οἱ γὰρ πεπηγότες οὐ μόνον οὐδὲν πάσχουσιν ὑπὸ τῶν ἀπατεώνων, ἀλλὰ καὶ θαυμάζονται. Καὶ στερεὸς, φησὶ, καὶ θεμέλιος. Οὕτως ἔχεσθαι δεῖ τῆς πίστεως. Ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. Τί ἐστι τοῦτο; Ἀπὸ τοῦ ∆ευτερονομίου αὐτὸ ἔλαβε. Τουτέστιν, αἱ στερεαὶ ψυχαὶ ἑστήκασι πεπηγυῖαι καὶ ἀκίνητοι. Πόθεν δὲ δῆλαί εἰσιν; Ἀπὸ τοῦ τὰ γράμματα ταῦτα ἔχειν ἐπὶ τῶν πραγμάτων, ἀπὸ τοῦ γνωρίζεσθαι ὑπὸ τοῦ Θεοῦ, καὶ μὴ συμπαραπόλλυσθαι, ἀπὸ τοῦ ἀφεστάναι ἀπὸ ἀδικίας. Καὶ ἀποστήτω, φησὶν, ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. Ταῦτα τὰ γνωρίσματα τοῦ θεμελίου· καθάπερ θεμέλιος στερεὸς δείκνυται. Ὡς ἄν τις ἐπὶ λίθον ἐπιγράψειεν, ἵνα ᾖ τὰ γράμματα σημαίνοντα· τὰ δὲ γράμματα ταῦτα δι' ἔργων δείκνυται.