1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

24

φησί· Καὶ δὴ καὶ ἡμῖν τὸν νεὼν ὁ μὲν πολὺς ἐκεῖνος κατακλυσμὸς οὐ παρέσυρεν, ἐν αἰθρίᾳ δὲ καὶ τῆς νεφέλης παρελθούσης κατενήνεκται, νεφέλην καὶ κατακλυσμὸν τὸν τοῦ προτέρου βασιλέως καιρὸν καλῶν. Καὶ πάλιν μικρὸν προελθὼν αὐτὸ δὴ τοῦτο πικροτέρως ἀποδύρεται λέγων· Εἶτα διψώντων μέν σοι τῶν βωμῶν αἵματος ἔμενες, Ἄπολλον, φρουρὸς ἀκριβὴς τῆς ∆άφνης καὶ ῥαθυ μούμενος, ἔστι δὲ ὅπη καὶ προπηλακιζόμενος περι κοπτόμενός τε τὸν ἔξω κόσμον ἠνείχου, νῦν δὲ μετὰ πολλὰ μὲν πρόβατα πολλοὺς δὲ βόας στόμα βασιλέως ὅσιον τῷ ποδὶ δεξάμενος, ἰδὼν ὃν προὔλεγες, ὀφθεὶς ὑπὸ τοῦ μεμηνυ μένου, πονηροῦ γειτονήματος ἀπαλλαγεὶς νεκροῦ τινος ἐνοχλοῦντος ἐγγύθεν ἐκ μέσης τῆς θεραπείας ἀποπεπήδηκας. Πόθεν ἔτι φιλοτιμησόμεθα πρὸς ἄνδρας ἱερῶν μεμνημέ νους καὶ ἀγαλμάτων;

99 Τί λέγεις, ὦ θρηνῳδέ; Ἀτιμαζόμενος μὲν καὶ προπηλακιζόμενος τῆς ∆άφνης ἔμενε φρουρὸς ἀσφαλής, τιμώμενος δὲ καὶ θεραπευόμενος οὐδὲ τὸν ναὸν ἴσχυσε φυλάξαι τὸν αὐτοῦ καὶ ταῦτα εἰδὼς ὅτι ἐκείνου πεσόντος εἰς μείζονα ἀτιμίαν καταστήσεται τῆς προτέρας; Τίς δὲ καὶ ὁ νεκρός, ὦ σοφιστά, ὁ τὸν σὸν θεὸν ἐνοχλῶν; Ποῖον τὸ πονηρὸν γειτόνημα; Ἐνταῦθα γὰρ εἰς τὰς τοῦ μακαρίου Βαβύλα ἀνδραγαθίας ἐμπεσὼν καὶ διανήξασθαι τὴν αἰσχύνην οὐκ ἔχων ἐγκαλυψάμενος ἁπλῶς παρέδραμεν-ὅτι μὲν ὑπὸ τοῦ μάρτυρος ἠνωχλεῖτο καὶ ἐθλίβετο ὁ δαίμων εἰπὼν οὐκέτι δὲ προσθεὶς πῶς τὴν ἧτταν συσκιάσαι σπουδάσας ὁ δαίμων, μᾶλλον αὐτὴν ἐξεκάλυψεν-ἀλλ' ἁπλῶς "πονηροῦ γειτονήματος" φησιν, "ἀπαλλαγείς." ∆ιὰ τί γὰρ οὐ λέγεις τὸν νεκρὸν τίς ἦν καὶ διὰ τί μόνος ἠνώχλει σου τὸν θεὸν καὶ διὰ τί μετεκινεῖτο μόνος; ∆ιὰ τί δὲ καὶ πονηρὸν αὐτὸν γειτόνημα καλεῖς, εἰπέ μοι; Ὅτι τοῦ δαίμονος τὴν ἀπάτην ἤλεγξε; Καὶ μὴν τοῦτο οὐ πονηροῦ τινος γειτονήματος ἔργον ἦν ὥσπερ οὐδὲ νεκροῦ ἀλλὰ καὶ ζῶντος καὶ ἐνεργοῦντος καὶ χρηστοῦ καὶ προστάτου καὶ κηδεμόνος καὶ πάντα ὑπὲρ τῆς ὑμετέρας πραγματευομένου σωτηρίας εἴ γε ἐβούλεσθε.

100 Ἵνα γὰρ ὑμῖν μὴ ἐξῇ ἐπὶ πλέον ἀπατᾶν ἑαυτοὺς καὶ λέγειν ὅτι ὀργιζόμενος καὶ ὑπὲρ θυσιῶν ἐγκαλῶν καὶ ὑπὲρ τῆς ἄλλης θεραπείας μεμφόμενος ἀνεχώρησεν ἑκών, διὰ τοῦτο αὐτὸν καὶ ἐκ τοῦ χωρίου τούτου παντὸς ἀπήλασεν ὃ μάλιστα πάντων φίλον ἦν αὐτῷ καὶ ὃ τῶν ἄλλων οὕτω προετίμησεν ὡς καὶ ἀτιμαζόμενος προσεδρεύειν αὐτῷ. Σὺ γὰρ τοῦτο προλαβὼν εἶπες· καὶ ἐν τούτῳ δὲ τῷ καιρῷ ἐν ᾧ πολλὰ μὲν πρόβατα πολλοὺς δὲ βοῦς αὐτῷ κατέσφαττεν ὁ βασιλεύς ... ὥστε πανταχόθεν ἐλέγχεσθαι ὅτι ἀναγκαζόμενος καὶ ὑπὸ μείζονος ὠθούμενος δυνάμεως τὴν ∆άφνην ἀπέλιπεν. Ἐνῆν μὲν γὰρ καὶ τοῦ ξοάνου μένοντος διώκειν αὐτὸν ἀλλ' ὑμεῖς οὐκ ἂν ἐπιστεύσατε ὥσπερ οὖν οὐδὲ πάλαι ὅτε ὑπ' αὐτοῦ πεπέδητο ἀλλ' ἐνέκεισθε θεραπεύοντες. ∆ι' ὃ πρότερον ἀφεὶς ἑστάναι τὸ ξόανον ὅτε μάλιστα ἤρθη τῆς ἀσεβείας ἡ φλὸξ τότε αὐτὸ κατήνεγκε, δεικνὺς ὅτι τὸν νικῶντα οὕτω χρὴ νικᾶν οὐ τεταπεινωμένων ἀλλ' αἰρομένων καὶ λαμπρῶν ὄντων περιγινόμενον τῶν ἐχθρῶν.

101 ∆ιὰ τί γὰρ αὐτὸς τότε οὐκ ἐκέλευσε τῷ εἰς τὴν ∆άφνην αὐτὸν ἀναγαγόντι βασιλεῖ κατασκάψαι τὸν νεών, μεταθεῖναι τὸ ξόανον ὥσπερ τὴν λάρνακα; Ὅτι οὔτε ἐβλάπτετο παρ' αὐτοῦ οὔτε σαρκικῆς ἔχρῃζε συμμαχίας ἀλλὰ καὶ τότε καὶ νῦν χωρὶς ἀνθρωπίνης αὐτὸν κατέβαλε χειρός. Καὶ τὴν μὲν προτέραν ἡμῖν οὐκ ἐδήλωσε νίκην, ἀλλ' ἐπιστομίσας αὐτὸν μόνον ἡσύχαζε.

102 Τοιοῦτοι γὰρ οἱ ἅγιοι· κατορθοῦσθαι βούλονται τὰ πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν μόνον οὐκέτι δὲ καὶ ἐπιδείκνυσθαι τοῖς πολλοῖς ὅτι αὐτῶν τὰ κατορθώματα πλὴν εἴ πού τις χρεία ἀναγκάσειε-χρείαν δὲ τὴν τῶν σωζομένων κηδεμονίαν λέγω πάλιν- ὅπερ τότε ἐγένετο. Ἐπειδὴ γὰρ τὰ τῆς ἀπάτης ηὔξετο κακὰ ἐκκαλύπτεται μὲν ἡμῖν ἡ νίκη λοιπὸν ἐκκαλύπται δὲ οὐχ ὑπὸ τοῦ νικήσαντος ἀλλ' ὑπὸ τοῦ νικηθέντος αὐτοῦ. Οὕτω γὰρ ἥ τε μαρτυρία καὶ παρὰ τοῖς ἐχθροῖς ἀνύποπτος