1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

25

ἦν ὅ τε ἅγιος τὰ περὶ αὐτοῦ λέγειν καὶ ἀνάγκης οὔσης ἐξέφυγεν. Ἐπειδὴ δὲ οὐδὲ οὕτω τὰ τῆς πλάνης ἔληγεν ἀλλ' ἐνέκειντο πάλιν οἱ τῶν λίθων ἀναισθητότεροι τὸν ἡττημένον παρακαλοῦντες καὶ πρὸς οὕτω φανερὰν ἀλήθειαν τυφλώττοντες, τηνικαῦτα ἐπαφεῖναι ἠναγκάσθη τῷ ξοάνῳ τὸ πῦρ ὥστε διὰ τούτου τοῦ ἐμπρησμοῦ ἕτερον τὸν τῆς εἰδωλολατρείας σβέσαι ἐμπρησμόν.

103 Τί οὖν μέμφῃ τῷ δαίμονι λέγων ὅτι "ἐκ μέσης τῆς θεραπείας ἀποπεπήδηκας;" Οὐκ ἀπεπήδηκεν ἑκὼν ἀλλ' ἀπηλάσθη καὶ ἐξεβλήθη ἄκων καὶ ἀναγκαζόμενος τότε ὅτε μάλιστα μένειν ἤθελε καὶ διὰ τὴν κνίσαν καὶ διὰ τὰ θύματα. Ὥσπερ γὰρ εἰς τοῦτο βασιλεύσας ὁ τότε κρατῶν ἵνα τὰ θρέμματα τῆς οἰκουμένης ἀναλώσῃ πάσης οὕτως ἀφειδῶς κατέκοπτεν ἐπὶ τῶν βωμῶν πρόβατα καὶ βοῦς, καὶ εἰς τοῦτο μανίας ἤλασεν ὡς καὶ τῶν παρ' αὐτοῖς δοκούντων ἔτι φιλοσοφεῖν πολλοὺς μάγειρον αὐτὸν καὶ κρεῶν κάπηλον καὶ πάντα τὰ τοιαῦτα ἀποκαλεῖν. Οὐκ ἂν οὖν οὕτω δαψιλοῦς τραπέζης καὶ κνίσης καὶ καπνῶν καὶ χειμάρρων αἱμάτων ἀνεχώρησεν ὁ δαίμων ἑκὼν ὁ καὶ χωρὶς τούτων μένων, ὡς ἔφης, διὰ τὴν πρὸς τὴν ἐρωμένην μανίαν.

104 Ἀλλὰ γὰρ τὸν παρ' ἡμῶν λόγον στήσαντες τέως πάλιν ἐπακούσωμεν τῶν ὀδυρμῶν τοῦ σοφιστοῦ. Ἀφεὶς γὰρ τὸν Ἀπόλλω πρὸς τὸν ∆ία πάλιν ὀλοφύρεται λέγων· Οἵαν, ὦ Ζεῦ, γνώμης καμνούσης ἀφῃρέθημεν ἀνά παυλαν. Ὡς καθαρὸν μὲν θορύβων ἡ ∆άφνη χωρίον καθαρώτερος δὲ ὁ νεὼς οἷον λιμένος ἐπὶ λιμένι παρ' αὐτῆς πεποιημένου τῆς φύσεως, ἀκυμάντοιν μὲν ἀμφοῖν πλείω δὲ τὴν ἡσυχίαν παρεχομένου τοῦ δευτέρου. Τίς μὲν οὐκ ἂν αὐτόθι νόσον ἀπέδυ; Τίς δὲ οὐκ ἂν φόβον; Τίς δὲ οὐκ ἂν πένθος; Τίς δὲ ἂν ἐπόθησε τὰς μακάρων νήσους; Ποίαν ἀνάπαυλαν ἀφῃρέθημεν, ὦ μιαρέ; Πῶς δὲ καθαρώτερος θορύβων ὁ νεὼς καὶ λιμὴν ἀκύμαντος ἔνθα αὐλοὶ καὶ τύμπανα καὶ κραιπάλαι καὶ κῶμοι καὶ μέθαι; "Τίς οὐκ ἂν αὐτόθι," φησί, "νόσον ἀπέδυ;" Τίς μὲν οὖν τῶν προσκειμένων σοι οὐκ ἂν ἐδέξατο νόσον αὐτόθι εἰ καὶ πρότερον ὑγιαίνων ἐτύγχανε καὶ νόσον τὴν πασῶν χαλεπωτάτην; Ὁ γὰρ τὸν δαίμονα προσκυνῶν καὶ τῆς ∆άφνης τὴν ὑπόθεσιν ἀκούων καὶ τοῦ θεοῦ τὴν μανίαν τοσαύτην ὁρῶν, ὡς καὶ καταποθείσης τῆς ἐρωμένης ἔτι προσεδρεύειν τῷ τόπῳ καὶ τῷ φυτῷ, πόσην ἐκεῖθεν οὐκ ἂν ἐδέξατο φλόγα μανίας; Πόσον χειμῶνα; Πόσον θόρυβον; Πόσην νόσον; Πόσον πάθος; Τοῦτο οὖν ἀνάπαυλαν καλεῖς ψυχῆς καὶ λιμένα ἀκύμαντον; Τοῦτο νόσων ἀπαλλαγήν; Καὶ τί θαυμαστὸν εἰ τὰ ἐναντία τοῖς ἐναντίοις τίθεσαι; Καὶ γὰρ οἱ μαινόμενοι τῶν πραγμάτων οὐδενὸς ὡς ἔχει φύσεως αἰσθάνονται ἀλλὰ ἐναντίας τοῖς οὖσι τὰς ψήφους φέρουσιν. 105 "Ὀλύμπια μὲν οὐ μάλα πόρρω"-πάλιν γὰρ ἐπὶ τὸν θρῆνον ἐλεύσομαι δεικνὺς ὅσην ἅπαντες οἱ τότε τὴν πόλιν οἰκοῦντες Ἕλληνες ἐδέξαντο τὴν πληγὴν καὶ ὡς οὐκ ἂν τοῦτο πράως ἤνεγκεν ὁ βασιλεὺς ἀλλὰ πάντα θυμὸν εἰς τὴν τοῦ μάρτυρος λάρνακα ἀφῆκεν ἂν εἰ μὴ φόβῳ κατείχετο μείζονι-τί οὖν φησιν; Ὀλύμπια μὲν οὐ μάλα πόρρω, συγκαλέσει δὲ ἡ πανήγυρις τὰς πόλεις αἱ δὲ ἥξουσι βοῦς ἄγουσαι τῷ Ἀπόλλωνι θυσίαν. Τί δράσωμεν; Ποῖ κατα λυσώμεθα; Τίς ἡμῖν θεῶν διαστήσει τὴν γῆν; Ποῖος κῆρυξ, ποία σάλπιγξ οὐχ ὑποκινήσει δάκ ρυον; Τίς ἑορτὴν ἐρεῖ τὰ Ὀλύμπια τοῦ πτώμα τος ἐγγύθεν ἐπεμβάλλοντος ὀδυρμόν; "∆ὸς τόξα μοι κερουλκά," φησὶν ἡ τραγῳδία, ἐγὼ δὲ λέγω καὶ μαντικῆς τι μικρὸν ὅπως τῇ μὲν ἕλω τῇ δὲ τοξεύσω τὸν δράσαντα. Ὢ τόλμης ἀσεβοῦς, ὢ ψυχῆς μιαρᾶς, ὢ θρασείας χειρός. Τίτυός τις οὗτος ἕτερος ἢ Ἴδας ὁ ἀδελφὸς Λυγκέως οὐ μέγας μὲν ὥσπερ ἐκεῖνος οὐδὲ τοξότης ὥσ περ οὗτος ἀλλ' ἓν τοῦτο εἰδὼς τὸ κατὰ θεῶν μαίνεσθαι. Τοὺς μὲν Ἀλωέως ἔτι διανοουμέ νους τὰς τῶν θεῶν ἐπιβουλὰς θανάτῳ κατέπαυσας, Ἄπολλον, τούτῳ δὲ πόρρωθεν φέροντι τὸ πῦρ οὐκ ἀπήντησεν ὀιστὸς ἐπ' αὐτὴν φερόμενος τὴν καρδίαν. Ὢ δεξιᾶς τελχῖνος, ὢ πυρὸς ἀδίκου. Ποῦ ποτε ἄρα τὸ πρῶτον ἔπεσε; Τί τοῦ κακοῦ τὸ προοίμιον; Ἆρα ἐξ ὀροφῆς ἀρξάμενον ἐπὶ τὰ ἄλλα