25
Θεὸς ἀνενδεὴς ὢν, καὶ βουλόμενός σοι δεῖξαι, ὅτι οὐδενὸς τῶν ἡμετέρων δεόμενος, τῆς δουλείας ἡμῶν ἐφίεται, ἀλλ' εἰς ἓν μόνον σκοπῶν τὸ συμφέρον ἡμῖν, καὶ οὐ τῆς αὐτοῦ χρείας ἕνεκεν, ἀλλὰ τῆς ἡμετέρας ὠφελείας ἅπαντα πράττει, ἂν μὲν ἑκόντες καὶ βουλόμενοι καὶ χάριν αὐτῷ τῆς δουλείας εἰδότες προσέλθωμεν· ἄκοντας καὶ ἀποπηδῶντας οὐκ ἀναγκάζει, οὐδὲ βιάζεται, αὐτὸ τοῦτο δεικνὺς, ὅτι οὐκ αὐτὸς ἡμῖν χάριν τῆς δουλείας, ἀλλ' ἡμεῖς αὐτῷ χάριν τῆς δεσποτείας ἔχειν ὀφείλομεν. Ταῦτ' οὖν εἰδότες, καὶ τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν ἐννοοῦντες, ἀξίαν αὐτοῦ τῆς ἀγαθότητος κατὰ δύναμιν τὴν ἡμετέραν πολιτείαν ἐπιδειξώμεθα, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΠΙΤΙΜΗΣΙΣ Κατὰ τῶν ἀπολειφθέντων, παραίνεσις πρὸς τοὺς παρόντας, εἰς τὸ κήδεσθαι τῶν ἀδελφῶν, καὶ εἰς τὸ προοίμιον τῆς πρὸς Κορινθίους
ἐπιστολῆς, "Παῦλος κλητὸς," καὶ περὶ ταπεινοφροσύνης.
αʹ. Ὅταν εἰς τὴν ὀλιγότητα ἀπίδω τὴν ὑμετέραν καὶ τὸ ποίμνιον θεάσωμαι καθ' ἑκάστην σύναξιν ἐλαττούμενον, καὶ ἀθυμῶ, καὶ χαίρω· χαίρω μὲν δι' ὑμᾶς τοὺς παρόντας, ἀθυμῶ δὲ δι' ἐκείνους τοὺς ἀπόντας. Ὑμεῖς μὲν γὰρ ἐπαίνων ἄξιοι, οὐδὲ ἀπὸ τῆς ὀλιγότητος ῥᾳθυμότεροι γενόμενοι· ἐκεῖνοι δὲ ὑπεύθυνοι ἐγκλημάτων, οὐδὲ ἀπὸ τῆς ὑμετέρας σπουδῆς εἰς προθυμίαν διεγειρόμενοι. ∆ιὰ τοῦτο ὑμᾶς μὲν μακαρίζω καὶ ζηλωτοὺς εἶναί φημι, ὅτι οὐδὲν ὑμᾶς 51.144 παρέβλαψεν ἡ ἐκείνων ὀλιγωρία· ἐκείνους δὲ ταλανίζω καὶ δακρύω, ὅτι οὐδὲν αὐτοὺς ὠφέλησεν ἡ ὑμετέρα σπουδή. Οὐκ ἤκουσαν γὰρ τοῦ προφήτου λέγοντος· Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Οὐκ εἶπεν, Ἐξελεξάμην κατοικεῖν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου, οὐδὲ, διατρίβειν, οὐδὲ, εἰσιέναι· ἀλλ', Ἐξελεξάμην παραῤῥιπτεῖσθαι. Ἀγαπητόν μοι καὶ ἐν τοῖς ἐσχάτοις τετάχθαι· στέργω ἐν τούτῳ, κἂν τῶν προ 51.145 θύρων ἐπιβῆναι καταξιωθῶ, φησί· μεγίστην ἡγοῦμαι δωρεὰν, κἄν με τῶν τελευταίων ἀριθμήσειέ τις ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Τὸν κοινὸν ∆εσπότην ὁ πόθος ἴδιον ποιεῖται· τοιοῦτον γὰρ ἡ ἀγάπη. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Ὁ φιλῶν οὐχὶ τὸν φιλούμενον μόνον ἐπιθυμεῖ ἰδεῖν, ἀλλὰ καὶ τὸν οἶκον ἐκείνου μόνον, ἀλλὰ καὶ τὸν πυλῶνα· οὐχὶ τὸν πυλῶνα τῆς οἰκίας μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν στενωπὸν καὶ τὸ ἄμφοδον· καὶ κἂν ἱμάτιον, κἂν ὑπόδημα ἴδῃ τοῦ φιλουμένου, αὐτὸν νομίζει παρεῖναι τὸν φιλούμενον. Τοιοῦτοι ἦσαν οἱ προφῆται· ἐπειδὴ τὸν Θεὸν οὐχ ἑώρων τὸν ἀσώματον, ἑώρων τὸν οἶκον, καὶ διὰ τοῦ οἴκου τὴν ἐκείνου παρουσίαν ἐφαντάζοντο. Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ἕκαστος τόπος, ἕκαστον χωρίον, πρὸς τὴν σύγκρισιν τοῦ οἴκου τοῦ Θεοῦ, σκήνωμα ἁμαρτωλῶν ἐστι, κἂν δικαστήριον εἴπῃς, κἂν βουλευτήριον, κἂν τὴν ἑκάστου οἰκίαν. Κἂν γὰρ εὐχαὶ γίνωνται ἐκεῖ, κἂν ἱκετηρίαι, ἀλλ' ἀνάγκη καὶ φιλονεικίας γίνεσθαι καὶ μάχας καὶ λοιδορίας, καὶ συλλόγους ὑπὲρ βιωτικῶν φροντίδων· ὁ δὲ οἶκος οὗτος τούτων καθαρεύει πάντων· διὰ τοῦτο, ἐκεῖνα μὲν σκηνώματα ἁμαρτωλῶν, οὗτος δὲ οἶκος τοῦ Θεοῦ· καὶ καθάπερ λιμὴν πνευμάτων καὶ κυμάτων ἀπηλλαγμένος πολλὴν τοῖς ὁρμιζομένοις πλοίοις παρέχει τὴν ἀσφάλειαν, οὕτω δὴ καὶ ὁ τοῦ Θεοῦ οἶκος, ὥσπερ ἀπό τινος χειμῶνος τῶν ἔξωθεν πραγμάτων τοὺς εἰσιόντας ἐξαρπάζων, μετὰ πολλῆς παρέχει τῆς γαλήνης καὶ τῆς ἀσφαλείας ἑστάναι, καὶ τῶν θείων ἀκροᾶσθαι λογίων.