25
ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. Εἰ γὰρ ὁ κήρυξ ἐγὼ, φησὶ, τοῦ λόγου τῆς διδασκαλίας ἐφοβήθην βαρῆσαι ὑμᾶς, πολλῷ μᾶλλον ὁ μηδὲν ὑμᾶς ὠφελῶν. Τοῦτο γὰρ ὄντως βάρος ἐστί. Βάρος δέ ἐστιν, ὅταν τις μὴ μετὰ προθυμίας πολλῆς διδῷ. Ἀλλ' οὐ τοῦτο αἰνίττεται, ἀλλ' ὡς οὐκ ἐχόντων εὐκόλως. ∆ιὰ τί γὰρ οὐκ ἐργάζῃ; χεῖράς σοι εἰς τοῦτο ἔδωκεν ὁ Θεὸς, οὐχ ἵνα παρ' ἑτέρων λαμβάνῃς, ἀλλ' ἵνα ἑτέροις παρέχῃς. Ὁ δὲ Κύριος, φησὶ, μεθ' ὑμῶν. Τοῦτο ἔξεστι καὶ 62.498 ἡμῖν ἑαυτοῖς ἐπεύχεσθαι, ἂν τὰ τοῦ Κυρίου πράττωμεν. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οὐ μόνον ταῦτα πρὸς ἐκείνους εἴρηται, ἀλλὰ καὶ πρὸς ἡμᾶς. Ὅτι γὰρ ἐκείνοις οὐκ ἐπήγγελται μόνον, δῆλον ἐκ τοῦ εἰπεῖν, Ἕως τοῦ αἰῶνος τῆς συντελείας, ἀλλὰ καὶ τοῖς κατ' ἴχνος ἐκείνων βαίνουσι. Τί οὖν πρὸς τοὺς μὴ διδασκάλους φησίν; Ἕκαστος ὑμῶν, εἰ βούλοιτο, διδάσκαλός ἐστιν, εἰ καὶ μὴ ἑτέρου, ἀλλ' ἑαυτοῦ· δίδαξον σεαυτὸν πρῶτον. Ἐὰν διδάξῃς πάντα, ὅσα ἐνετείλατό σοι τηρεῖν, διὰ τούτου πολλοὺς ἕξεις τοὺς ζηλοῦντας. Ὥσπερ γὰρ ὁ λύχνος, ὅταν αὐτὸς γένηται λαμπρὸς, μυρίους δύναται ἀνάψαι· ἐσβεσμένος δὲ οὐδὲ ἑαυτῷ παρέξει φῶς, οὔτε ἑτέρους ἀνάψαι λύχνους δυνήσεται· οὕτω καὶ ἐπὶ τοῦ βίου τοῦ καθαροῦ, ἐὰν τὸ ἐν ἡμῖν φῶς λαμπρὸν ᾖ, μυρίους καὶ μαθητὰς καὶ διδασκάλους ἐργασόμεθα, ὥσπερ ἀρχέτυπον προκείμενοι. Οὐδὲ γὰρ οὕτω τὰ παρ' ἐμοῦ ῥήματα τοὺς ἀκούοντας ὠφελῆσαι δυνήσεται, ὡς ὁ βίος ὁ ἡμέτερος. Ἔστω γὰρ, εἰ βούλει, ἀνήρ τις τῷ Θεῷ φίλος, καὶ ἐν ἀρετῇ διαλάμπων, καὶ γυναῖκα ἔχων· ἔξεστι γὰρ καὶ γυναῖκα ἔχοντα ἀρέσκειν Θεῷ καὶ παιδία καὶ οἰκέτας καὶ φίλους· οὗτος, εἰπέ μοι, οὐ πολλῷ μᾶλλον ἐμοῦ τοὺς πάντας ὠφελῆσαι δυνήσεται; Ἐμοῦ μὲν γὰρ ἅπαξ ἢ δεύτερον ἀκούσονται τοῦ μηνὸς, ἢ οὐδὲ ἅπαξ, καὶ ἅπερ ἂν ἀκούσωσιν, ἴσως μέχρι τοῦ τῆς ἐκκλησίας οὐδοῦ φυλάξαντες, εὐθέως ἀποβάλλουσιν· ἐκείνου δὲ τὸν βίον ὁρῶντες διηνεκῶς, μεγάλα κερδαίνουσιν. Ὅταν γὰρ ὑβρισθεὶς μὴ ἀνθυβρίσῃ, οὐχὶ σχεδὸν ἐνέπηξε καὶ ἐνεχάραξε τῆς ἐπιεικείας αὐτοῦ τὴν αἰδὼ εἰς τὴν τοῦ ὑβρίζοντος ψυχήν; κἂν μὴ παραυτίκα ὁμολογῇ τὴν ὠφέλειαν, ἀπὸ τοῦ θυμοῦ ἢ αἰσχυνόμενος ἢ ἐντρεπόμενος, ἀλλ' ὅμως αἴσθησιν εὐθέως λαμβάνει· καὶ ἀδύνατον ἄνθρωπον ὑβριστὴν, κἂν θηρίον ᾖ, ἀνεξικάκῳ τινὶ προσμίξαντα, μὴ μεγάλα κερδήσαντα ἀπελθεῖν. Τὰ γὰρ ἀγαθὰ κἂν μὴ πράττωμεν, ἀλλ' ὅμως ἐπαινοῦμεν ἅπαντες καὶ θαυμάζομεν. Ἡ γυνὴ πάλιν ἂν ἴδῃ τὸν ἄνδρα ἐπιεικῆ, μεγάλα κερδαίνει ἀεὶ συνοῦσα, καὶ τὸ παιδίον. Ἔξεστιν οὖν ἑκάστῳ διδασκάλῳ γενέσθαι. Οἰκοδομεῖτε γὰρ, φησὶν, ἀλλήλους εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Ὅρα γάρ· προσέπεσε ζημία ἐπὶ τῆς οἰκίας; ἡ γυνὴ θορυβεῖται, ἅτε ἀσθενεστέρα οὖσα καὶ φιλόκοσμος; ὁ ἀνὴρ ἐὰν ᾖ φιλόσοφος καὶ καταγελαστὴς ζημίας, καὶ ἐκείνην παραμυθεῖται, καὶ πείθει φέρειν γενναίως. Ἆρ' οὖν, εἰπέ μοι, οὐ πολλῷ μᾶλλον αὐτὴν τῶν ἡμετέρων ὠφελήσει λόγων; Εἰπεῖν μὲν γὰρ παντὶ εὔκολον, πρᾶξαι δὲ ὅταν εἰς χρείαν καταστῶμεν, σφόδρα δύσκολον. ∆ιὰ τοῦτο μᾶλλον ἀπὸ τῶν ἔργων ῥυθμίζεσθαι ἡ ἀνθρωπίνη φύσις εἴωθε· καὶ τοσαύτη τῆς ἀρετῆς ἡ ὑπερβολὴ, ὥστε καὶ δοῦλος πολλάκις ὁλόκληρον ὠφέλησεν οἰκίαν μετὰ τοῦ δεσπότου. εʹ. Οὐδὲ γὰρ εἰκῆ οὐδὲ ἁπλῶς αὐτοῖς συνεχῶς ἐπιτάττει τὴν ἀρετὴν ἀσκεῖν ὁ Παῦλος, καὶ πειθηνίους εἶναι τοῖς δεσπόταις, οὐ τῆς διακονίας τοσοῦτον φροντίζων τῶν δεσποτῶν, ὅσον ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται καὶ ἡ διδασκαλία· ὅταν δὲ μὴ βλασφημῆται, ταχέως καὶ θαυμασθήσεται. Καὶ οἶδα πολλὰς οἰκίας, ὅτι μεγάλα ἐκέρδαναν ἀπὸ τῆς τῶν δούλων ἀρετῆς. Εἰ δὲ οἰκέτης ὑπ' ἐξουσίαν κείμενος τὸν