1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

26

προὔβη· τὴν κεφαλὴν ἐκείνην, τὸ πρόσωπον, τὴν φιάλην, τὴν κίδαριν, τὸν πο δήρη χιτῶνα; Ἥφαιστος δὲ πυρὸς ταμίας οὐκ ἠπείλησε τῷ πυρὶ λυμαινομένῳ τὴν χάριν ὀφεί λων τῷ θεῷ μηνύματος ἀρχαίου. Ἀλλ' οὐδὲ ὁ Ζεὺς ὄμβρων ἡνίας ἔχων ὕδωρ ἀφῆκεν ἐπὶ τὴν φλόγα καὶ ταῦτα ποτε Λυδῶν βασιλεῖ δυσ τυχήσαντι σβέσας πυράν. Τί πρῶτον ἄρα πρὸς αὐτὸν εἶπεν ὁ τὸν πόλεμον ἀράμενος; Πόθεν ποτὲ τὸ θάρσος; Πῶς δὲ ἐφύλαξε τὴν ὁρμήν; Πῶς δὲ οὐκ ἔλυσε τὸ δόγμα τοῦ θεοῦ τὸ κάλλος αἰδεσθείς; Μέχρι τίνος οὐ διαβλάψεις, ἄθλιε καὶ ταλαίπωρε, ταῦτα ἀνθρωπίνης εἶναι λέγων χειρὸς καὶ ὥσπερ οἱ παραπαίοντες ἐναντιολογῶν καὶ σαυτῷ μαχόμενος;

106 Εἰ γὰρ τὸν Περσῶν βασιλέα καὶ τοσαύτην ἄγοντα στρατιὰν καὶ τὴν πόλιν ἑλόντα καὶ τὰ λοιπὰ τῶν ἱερῶν ἐμπρήσαντα καὶ τὴν δᾷδα μετὰ χεῖρας ἔχοντα καὶ προσάγειν αὐτὴν ἤδη τούτῳ μέλλοντα τῷ ναῷ μετέβαλεν ὁ δαίμων-καὶ γὰρ καὶ ταῦτα ἐν ἀρχῇ τῆς μονῳδίας ἔλεγες οὕτως εἰπὼν θρηνῶν· Τόν τοι βασιλέα Περσῶν τοῦ νῦν τούτου πολε μοῦντος πρόγονον, προδοσίᾳ τὸ ἄστυ λαβόντα καὶ ἐμπρήσαντα, χωρήσαντα ἐπὶ ∆άφνης ὡς τὸ αὐτὸ δράσοντα μετέβαλεν ὁ θεὸς καὶ τὴν δᾷδα ῥίψας προσεκύνησε τὸν Ἀπόλλω· οὕτως αὐτὸν κατεπράυνέ τε καὶ διήλλαξε φανείς- Ὁ δὴ θυμοῦ βαρβαρικοῦ καὶ τοσαύτης περιγενόμενος στρατιᾶς ὡς ἔφης καὶ δυνηθεὶς τότε τὸν κίνδυνον διαφυγεῖν-λέγεις δὲ ὅτι τοὺς Ἀλωέως παῖδας διανοουμένους τὰς τῶν θεῶν ἐπιβουλὰς θανάτῳ κατέπαυσε-πῶς οὖν ὁ τοσαῦτα δυνηθεὶς οὐδὲν τοιοῦτον εἰργάσατο νῦν;

107 Καίτοι εἰ μηδὲν ἕτερον τὸν γοῦν ἱερέα σπαραττόμενον ἀδίκως ἐλεῆσαι ἐχρῆν φανερὸν καταστήσαντα τὸν ἐπίβουλον. Καὶ εἰ τότε παρὰ τὸν ἐμπρησμὸν διέφυγεν ὅτε γοῦν ὁ δείλαιος ἐκεῖνος κρεμάμενος διωρύττετο τὰς πλευρὰς καὶ τὸν ἐργασάμενον ἀπαιτούμενος εἰπεῖν οὐκ εἶχε τότε παραστῆναι ἐχρῆν καὶ ἐκδοῦναι τὸν δράσαντα ἢ καταμηνῦσαι μόνον εἴ γε ἐκδοῦναι οὐκ ἴσχυε. Νῦν δὲ περιορᾷ μὲν ὁ ἀχάριστος καὶ ἀγνώμων τὸν αὑτοῦ θεραπευτὴν καταξαινόμενον ἀλόγως περιορᾷ δὲ τὸν βασιλέα μετὰ τοσαύτας θυσίας καταγελώμενον. Καὶ γὰρ ὡς μαινόμενον καὶ παραπαίοντα πάντες ἐγέλων αὐτὸν ὅτε εἰς τὸν ἄθλιον ἐκεῖνον ἠφίει τὴν ὀργήν.

108 Πῶς δὲ ὁ τοῦ βασιλέως τὴν παρουσίαν ἔτι μακρὰν ὄντος προλέγων καὶ γὰρ καὶ τοῦτο ἀνωτέρω τούτων ἐθρήνεις τὸν πλησίον ἑστῶτα καὶ κατακαίοντα αὐτὸν οὐκ εἶδε; Καίτοι γε καὶ μαντικὸν αὐτὸν εἶναί φατε καὶ ἄλλοις ἄλλας διανέμοντες τέχνας καθάπερ ἀνθρώποις τοῖς ὑμετέροις θεοῖς τούτῳ τὴν μαντικὴν ἀνεθήκατε καὶ οὐδὲ μεταδοῦναι αὐτόν σοι τῆς τέχνης ἀξιοῖς. Πῶς οὖν τὰς οἰκείας οὐκ ἔγνω συμφοράς; Καίτοι τοῦτο οὐδ' ἂν ἄνδρα διέλαθεν. Ἀλλ' ἆρα μὴ ἐκάθευδεν ἁπτομένου τοῦ πυρός; Ἀλλ' οὐδὲ οὕτως ἀναίσθητός τίς ἐστιν ὡς αὐτῷ τῆς φλογὸς προσφερομένης μὴ διαναστῆναι εὐθέως καὶ τὸν προσάγοντα κατασχεῖν. Ἀληθῶς "Ελληνες ἀεὶ παῖδες γέρων δὲ Ἕλλην οὐδείς" δέον γὰρ τὴν οἰκείαν ἄνοιαν θρηνεῖν ὅτι τῶν πραγμάτων βοώντων τὴν τῶν δαιμόνων ἀπάτην οὐδὲ οὕτως ἀφίστασθε ἀλλ' ἐκδόντες ἑαυτοὺς εἰς ἀπώλειαν καὶ τὴν ὑμετέραν ἀποδόμενοι σωτηρίαν ἄγεσθε δίκην θρεμμάτων ᾗπερ ἂν κελεύωσιν ἕπεσθαι οἳ κάθησθε ξοάνων πενθοῦντες ἀπώλειαν.

109 Σὺ δὲ καὶ τόξα ἀπαιτεῖς οὐδὲν ἐκείνου τοῦ ταῦτα ἐν τῇ τραγῳδίᾳ λέγοντος διεστηκώς. Πῶς γὰρ οὐ μανία πρόδηλος καὶ σαφὴς προσδοκᾶν τι τοῖς ὅπλοις τούτοις ἀνύειν ἃ τὸν κεκτημένον οὐδὲν ὤνησεν; Εἰ μὲν γὰρ αὐτὸς μείζονα καὶ τὴν τέχνην καὶ τὴν ἐμπειρίαν τοῦ δαίμονος ἔχειν φὴς οὐκ ἐχρῆν αὐτὸν τιμᾶν ἀμαθέστερόν τε ὄντα καὶ ἀσθενέστερον ἐν οἷς αὐτόν φατε πάντων κρατεῖν. Εἰ δὲ τῶν πρωτείων ἐκείνῳ παραχωρεῖς ἄν τε τοξεύειν ἄν τε μαντεύεσθαι δέῃ, πῶς ἐν τῷ μέρει τῆς τέχνης ταῦτα προσεδόκησας δράσειν ἅπερ ὁ τὴν ὅλην ἔχων οὐκ ἴσχυσε; Γέλως ταῦτα καὶ λῆρος· οὔτε γὰρ εἶχέ τε μαντικῆς οὔτε κἂν εἶχεν ἤνυσεν ἄν. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ὁ ταῦτα ἐργασάμενος ἀνὴρ ἀλλὰ θεία δύναμις.