1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

27

φεύγεις, εἰπέ μοι; Οὐκοῦν μικρὸν ἀνάμεινον, καὶ διὰ τῶν πραγμάτων αὐτῶν μαθήσῃ, ὅτι οὐδὲ τῆς δούλης θαλάττης τὰς χεῖρας δυνήσῃ διαφυγεῖν. Ὁμοῦ γὰρ ἐπέβη τῆς νηὸς οὗτος, κἀκείνη τὰ κύματα διανέστησε, καὶ πρὸς ὕψος ἠγείρετο μέγα· καὶ καθάπερ θεράπαινά τις εὐγνώμων σύνδουλον εὑροῦσα φυγάδα, τῶν δεσποτικῶν ὑφελόμενόν τι κτημάτων, οὐ πρότερον ἀφίσταται μυρία τοῖς ὑποδεξαμένοις αὐτὸν παρέχουσα πράγματα, ἕως ἂν λαβοῦσα αὐτὸν ἀπέλθῃ· οὕτω δὴ καὶ ἡ θάλαττα τὸν σύνδουλον εὑροῦσα τὸν ἑαυτῆς καὶ ἐπιγνοῦσα, μυρία τοῖς ναύταις παρέχει πράγματα, ταράττουσα, βοῶσα, οὐκ εἰς δικαστήριον ἕλκουσα, ἀλλ' αὔτανδρον ἀπειλοῦσα κατάδυσιν τοῦ σκάφους, εἰ μὴ τὸν ὁμόδουλον ἀποδοῖεν αὐτῇ. Τί οὖν οἱ ναῦται, τούτων γινομένων; Ἐποιήσαντο, φησὶν, ἐκβολὴν τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ· τὸ δὲ πλοῖον οὐκ ἐκουφίζετο· ὁ γὰρ φόρτος ἅπας ἔνδον ἔμενεν ἔτι, τοῦ προφήτου τὸ σῶμα, τὸ βαρὺ φορτίον, οὐ παρὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ παρὰ τὸ τῆς ἁμαρτίας ἄχθος· οὐδὲν γὰρ οὕτω βαρὺ καὶ δυσβά49.310 στακτον, ὡς ἁμαρτία καὶ παρακοή. ∆ιὰ τοῦτο καὶ Ζαχαρίας εἰς ὄψιν μολίβδου διετύπωσεν αὐτήν· ὁ ∆αυῒδ δὲ τὴν φύσιν αὐτῆς διαγράφων ἔλεγεν· Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Ὁ δὲ Χριστὸς πρὸς τοὺς ἐν ἁμαρτίαις βεβιωκότας πολλαῖς ἐβόα· ∆εῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Αὕτη τοίνυν καὶ τὸ πλοῖον ἐβάρυνε τότε καὶ βαπτίζειν ἔμελλεν· ὁ δὲ Ἰωνᾶς ἐκάθευδε καὶ ἔρεγχε. Βαρὺς ὁ ὕπνος οὐκ ἦν ἡδονῆς, ἀλλὰ λύπης, οὐχὶ ῥᾳθυμίας, ἀλλὰ ἀθυμίας. Οἱ γὰρ εὐγνώμονες τῶν οἰκετῶν ταχέως αἰσθάνονται τῶν ἁμαρτημάτων· ὅπερ κἀκεῖνος ἔπαθε. Μετὰ γὰρ τὴν πρᾶξιν τῆς ἁμαρτίας, ἔγνω τῆς ἁμαρτίας τότε τὸ δεινόν· καὶ γὰρ τοιοῦτον ἡ ἁμαρτία· μετὰ τὸ τεχθῆναι, πλήρης τότε τὰς ὠδῖνας ἐγείρει τῇ τεκούσῃ ψυχῇ, ἀπεναντίας τῷ νόμῳ τῆς ἡμετέρας γεννήσεως. Ἡμεῖς μὲν γὰρ ὁμοῦ τεχθέντες τὰς ὠδῖνας λύομεν, ἐκείνη δὲ ὁμοῦ τεχθεῖσα διασπᾷ ταῖς ὀδύναις τοὺς τεκόντας αὐτὴν λογισμούς. Τί οὖν ὁ πρωρεύς; Προσῆλθε, φησὶν, αὐτῷ καὶ λέγει· Ἀνάστα, καὶ ἐπικαλοῦ Κύριον τὸν Θεόν σου. Ἔγνω λοιπὸν ἀπὸ τῆς πείρας, ὅτι οὐκ ἦν συνήθης ὁ χειμὼν, ἀλλὰ θεήλατος ἦν ἡ πληγὴ, καὶ μεῖζον τῆς ἀνθρωπίνης τέχνης τὸ κλυδώνιον, καὶ ὅτι τῶν τοῦ κυβερνήτου χειρῶν ὄφελος οὐδέν· ἑτέρου γὰρ ἐδεῖτο μείζονος κυβερνήτου τὰ γινόμενα, τοῦ τὸν κόσμον διακυβερνῶντος ἅπαντα, καὶ τῆς ἄνωθεν χρείαν εἶχε ῥοπῆς. ∆ιὰ τοῦτο κἀκεῖνοι κώπας καὶ ἱστία καὶ σχοινία καὶ πάντα ἀφέντες καὶ τῆς εἰρεσίας τὰς χεῖρας ἀποστήσαντες πρὸς τὸν οὐρανὸν ἀνέτειναν, καὶ τὸν Θεὸν παρεκάλουν. Ὡς δὲ οὐδὲ οὕτως ἐγένετό τι πλέον, Ἔβαλον κλήρους, φησί· καὶ παρέδωκε λοιπὸν ὁ κλῆρος τῇ ψήφῳ τὸν ὑπεύθυνον. Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δικαστήριον ἐν τῷ πλοίῳ καθιστάντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ μέλλοντές τινι παρέχειν εὐθύνας, ὧν ἂν ψηφίσωνται. Ἄκουσον γοῦν αὐτῶν, ὥσπερ ἐν δικαστηρίῳ πάντα ἐξεταζόντων. Τίς σου ἡ ἐργασία ἐστί; καὶ πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ; Καίτοι κατηγόρησε μὲν ἡ θάλασσα καταβοῶσα, ἤλεγξε δὲ ὁ κλῆρος, καὶ κατεμαρτύρησεν· ἀλλ' ὅμως οὔτε τῆς θαλάσσης καταβοώσης, οὔτε τοῦ κλήρου καταμαρτυρήσαντος τὴν ψῆφον ἐπάγουσιν οὐδέπω, ἀλλ' ὥσπερ ἐν δικαστηρίῳ, καὶ κατηγόρων παρόντων, καὶ μαρτύρων ἐφεστηκότων, καὶ ἐλέγχων γινομένων, οὐ πρότερον οἱ δικάζοντες τὴν ψῆφον ἐπάγουσιν, ἕως ἂν αὐτὸς ὁ κατάδικος κατήγορος τῆς ἰδίας ἁμαρτίας γένηται· οὕτω δὴ καὶ οἱ ναῦται ἐνταῦθα, ἄνθρωποι βάρβαροι καὶ ἀνόητοι, τὴν ἐν τοῖς δικαστηρίοις εὐταξίαν ἐμιμοῦντο· καίτοι τοσούτου φόβου, τοσούτου κλυδωνίου,