28
παρακαλοῦντες ἀγαθῶν; Ταῦτα πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι, ἕως ἂν ἴδω τοὺς νοσοῦντας ὑγιαίνοντας. 51.148 Καθ' ἑκάστην αὐτοὺς ἐπιζητῶ τὴν ἡμέραν, ἕως ἂν δυνηθῶ διὰ τῆς ὑμετέρας σπουδῆς αὐτοὺς εὑρεῖν. ∆έομαι δὲ καὶ ὑμῶν, μετὰ τῆς αὐτῆς ὀδύνης, μεθ' ἧς ταῦτα λέγω νῦν, μετὰ τοῦ αὐτοῦ πόνου τὴν ἔρευναν ποιεῖσθαι τῶν ῥᾳθυμοτέρων. Καὶ γὰρ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ ὑμῖν Παῦλος ἐπέταξε τῶν οἰκείων φροντίζειν μελῶν. Παρακαλεῖτε γὰρ, φησὶν, εἷς τὸν ἕνα ἐν τοῖς λόγοις τούτοις, καθὼς καὶ ποιεῖτε· καὶ πάλιν· Οἰκοδομεῖτε ἀλλήλους. Καὶ γὰρ ὁ μισθὸς μέγας τοῖς τῶν ἀδελφῶν κηδομένοις, καὶ τιμωρία μεγίστη τοῖς ἀμελοῦσι καὶ καταφρονοῦσι τῆς σωτηρίας αὐτῶν. γʹ. Ὅθεν σφόδρα θαῤῥῶ καὶ πεπίστευκα, ὅτι μετὰ πολλῆς τῆς προθυμίας ποιήσετε τὰ εἰρημένα· καὶ διὰ τοῦτο ἐνταῦθα ταύτην τὴν παραίνεσιν στήσας, ἐπὶ τὴν Παύλου τράπεζαν ὑμᾶς ἀγαγεῖν πειράσομαι. Παῦλος κλητὸς ἀπόστολος. Ταῦτα πολλάκις καὶ ὑμεῖς ἠκούσατε, καὶ ἡμεῖς ἀνέγνωμεν· ἀλλ' οὐκ ἀναγινώσκειν μόνον, ἀλλὰ καὶ ἐπιγινώσκειν χρὴ τὰ λεγόμενα· ἐπεὶ κέρδος οὐδὲν ἡμῖν ἔσται τῆς ἀναγνώσεως. Καὶ γὰρ θησαυρὸς ἄνωθεν πατούμενος οὐκ ἐνδείκνυται τὸν πλοῦτον, ἀλλὰ χρὴ διορύξαι πρῶτον αὐτὸν, καὶ καταβῆναι κάτω, καὶ οὕτως ἅπασαν τὴν εὐπορίαν εὑρεῖν· οὕτω καὶ ἐπὶ τῶν Γραφῶν· οὐκ ἀρκεῖ μόνον ἡ ἀνάγνωσις δεῖξαι τὸν τῶν ἀποκειμένων ἀγαθῶν θησαυρὸν, ἂν μὴ διερευνήσῃς τὸ βάθος. Εἰ ἤρκει ἀνάγνωσις, οὐκ ἂν εἶπεν ὁ Φίλιππος τῷ εὐνούχῳ, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; εἰ ἤρκει ἡ ἀνάγνωσις, οὐκ ἂν εἶπεν ὁ Χριστὸς τοῖς Ἰουδαίοις, Ἐρευνᾶτε τὰς Γραφάς· ὁ δὲ ἐρευνῶν οὐ μέχρι τῆς ἐπιφανείας ἵσταται, ἀλλὰ πρὸς τὸ βάθος αὐτὸ καταβαίνει. Καὶ γὰρ πολὺ πέλαγος νοημάτων ἐν τοῖς προοιμίοις ὁρῶ. Ἐν μὲν γὰρ ταῖς βιωτικαῖς ἐπιστολαῖς αἱ προσρήσεις ἁπλῶς γίνονται, θεραπείαν ἐμφαίνουσαι μόνον· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πολλῆς σοφίας γέμει τὸ προοίμιον. Οὐ γὰρ Παῦλός ἐστιν ὁ φθεγγόμενος, ἀλλ' ὁ κινῶν τὴν ἐκείνου ψυχὴν Χριστός. Παῦλος κλητός. Τὸ Παῦλος τοῦτο, ὄνομα μέν ἐστιν ἓν, καὶ ψιλὸν ὄνομα· τοσοῦτον δὲ ἔχει νοημάτων θησαυρὸν ἀποκείμενον, ὅσον διὰ τῆς πείρας ἔγνωτε. Εἰ γὰρ δὴ μέμνησθε, ἴστε ὅτι τρεῖς ἡμέρας ὁλοκλήρους ὑπὲρ τοῦ ὀνόματος τούτου διελέχθην μόνον, τὰς αἰτίας λέγων, δι' ἃς πρὸ τούτου Σαῦλος καλούμενος, μετὰ ταῦτα ἐκλήθη Παῦλος, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως μεταστὰς πρὸς τὴν πίστιν, ἐδέξατο τὴν προσηγορίαν, ἀλλὰ μέχρι πολλοῦ διέμεινεν ἔχων τὸ ὄνομα, ὅπερ ἐξαρχῆς ἔθεντο οἱ γονεῖς· καὶ πολλὴν ἀπὸ τούτου τοῦ Θεοῦ σοφίαν καὶ κηδεμονίαν ἀνεδείκνυμεν, καὶ περὶ ἡμᾶς, καὶ περὶ τοὺς ἁγίους ἐκείνους γεγενημένην. Εἰ γὰρ ἄνθρωποι τοῖς αὑτῶν παιδίοις οὐχ ἁπλῶς ἐπιτιθέασι τὰ ὀνόματα, ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ πατρὸς, τὸ δὲ ἀπὸ τοῦ πάππου, τὸ δὲ ἀφ' ἑτέρων προγόνων καλοῦντες· πολλῷ μᾶλλον ὁ Θεὸς τοῖς ἑαυτοῦ δούλοις οὐχ ἁπλῶς, οὐδὲ ἄνευ λόγου τινὸς τὰς προσηγορίας ἐπέθηκεν, ἀλλὰ μετὰ πλείονος σοφίας. Ἄνθρωποι μὲν γὰρ εἴς τε τιμὴν τῶν ἀπελθόντων, εἴς τε ἑαυτῶν παραμυθίαν πολλάκις τοῖς τῶν τετελευτηκότων ὀνόμασι τοὺς ἑαυτῶν υἱοὺς καλοῦσι, παραμυθίαν τινὰ τῆς τῶν κατοιχομένων τελευτῆς διὰ τῆς τῶν παίδων προσηγορίας ἐπινοοῦντες· ὁ δὲ Θεὸς ἀρετῆς ὑπόμνησιν καὶ διδασκα 51.149 λίαν, ὥσπερ ἐν στήλῃ χαλκῇ, τῇ προσηγορίᾳ τῶν ἁγίων ἐναποτίθεται. Τὸν γοῦν Πέτρον ἀπὸ τῆς ἀρετῆς οὕτως ἐκάλεσε, τὴν ἀπόδειξιν τῆς περὶ τὴν πίστιν στεῤῥότητος ἐναποτιθέμενος αὐτοῦ τῷ ὀνόματι, ἵνα ἔχῃ διδάσκαλον διηνεκῆ, τὴν προσηγορίαν, τῆς τοιαύτης στεῤῥότητος. Τοῦτο καὶ τὸν Ἰωάννην καὶ τὸν Ἰάκωβον ἐκάλεσεν,ἀπὸ τῆς κατὰ τὸ κήρυγμα μεγαλοφωνίας. Ἀλλ' ἵνα μὴ πάλιν τὰ αὐτὰ λέγων διενοχλῶ, ταῦτα ἀφεὶς, ἐκεῖνο ἐρῶ, ὅτι καὶ αὐτὰ καθ' ἑαυτὰ λεγόμενα τὰ ὀνόματα τῶν ἁγίων, καὶ τοῖς φιλοθέοις εἰσὶν αἰδέσιμα, καὶ τοῖς ἁμαρτάνουσι φοβερά.