1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

28

τοσαύτης ταραχῆς περιεστώσης αὐτοὺς, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν ἐπιτρεπούσης· οὕτως ἐθορύβει, καὶ κατέσπευδε μαινομένη καὶ καταβοῶσα καὶ συνεχῆ τὰ κύματα ἐπεγείρουσα. Πόθεν οὖν ἡ τοσαύτη πρόνοια γέγονεν, ἀγαπητοὶ, περὶ τὸν προφήτην; Ἀπὸ τῆς τοῦ Θεοῦ οἰκονομίας. Ὁ γὰρ Θεὸς ᾠκονόμει ταῦτα γίνεσθαι, τὸν προφήτην διὰ τούτων παιδεύων φιλάνθρωπον εἶναι καὶ ἥμερον, καὶ μονονουχὶ βοῶν πρὸς αὐτὸν καὶ λέγων· Μίμησαι τοὺς ναύτας, ἀνθρώπους ἀνοήτους· 49.311 εἴπερ οὗτοι μὲν οὐδὲ μιᾶς καταφρονοῦσι ψυχῆς, οὐδὲ ἑνὸς ἀφειδοῦσι σώματος τοῦ σοῦ· σὺ δὲ ὁλόκληρον πόλιν τοσαύτας ἔχουσαν μυριάδας ἐξέδωκας τό γε σὸν μέρος· καὶ αὐτοὶ μὲν τὸν αἴτιον τῶν γεγενημένων αὐτοῖς κακῶν εὑρόντες, οὐδὲ οὕτως ὁρμῶσιν ἐπὶ τὴν καταδικάζουσαν ψῆφον· σὺ δὲ οὐδὲν ἔχων ἐγκαλεῖν τοῖς Νινευΐταις κατέδυσας αὐτοὺς καὶ ἀπώλεσας. Καὶ σὺ μὲν, ἐμοῦ κελεύσαντος ἀπιέναι, καὶ πρὸς σωτηρίαν αὐτοὺς ἀνακαλεῖσθαι διὰ τοῦ κηρύγματος, οὐχ ὑπήκουσας· οὗτοι δὲ οὐδενὸς ἀκούσαντες, πάντα ποιοῦσι, καὶ πραγματεύονται, ὤστε σε τὸν ὑπεύθυνον γενόμενον τιμωρίας ἀνακαλέσασθαι. Καὶ γὰρ καὶ μετὰ τὴν ἀπὸ τῆς θαλάττης κατηγορίαν, μετὰ τὴν ἀπόδειξιν τὴν διὰ τοῦ κλήρου, ὅτε αὐτὸς ἑαυτοῦ κατηγόρησε, καὶ τὴν φυγὴν ὡμολόγησε, οὐδὲ οὕτως ὥρμησαν ἐπὶ τὴν ἀπώλειαν τοῦ προφήτου, ἀλλὰ ἠνεῖχον καὶ ἐβιάζοντο καὶ πάντα ἐποίουν, ὥστε αὐτὸν μηδὲ μετὰ τοσαύτην ἀπόδειξιν ἐκδοῦναι τῇ τῆς θαλάττης ὁρμῇ. Ἀλλ' οὐκ ἐπέτρεπεν οὐδὲ οὕτως ἡ θάλαττα· μᾶλλον δὲ ὁ Θεὸς οὐκ ἠφίει, ὥσπερ διὰ τῶν ναυτῶν, οὕτω καὶ διὰ τοῦ κήτους αὐτὸν σωφρονίσαι βουλόμενος. Καὶ γὰρ μετὰ τὸ ἀκοῦσαι, Ἄρατέ με καὶ ἐμβάλετε εἰς τὴν θάλατταν, καὶ κοπάσει ἡ θάλαττα ἀφ' ὑμῶν, παρεβιάζοντο εἰς τὴν γῆν ἀπελθεῖν, ἀλλὰ τὰ κύματα οὐκ ἐπέτρεπε. δʹ. Σὺ δὲ, ὥσπερ εἶδες τὸν προφήτην φεύγοντα, ἄκουσον αὐτοῦ καὶ ἐξομολογουμένου κάτωθεν ἀπὸ τῆς γαστρὸς τοῦ θηρίου· ἐκεῖνο μὲν γὰρ ἔπαθεν ὡς ἄνθρωπος, τοῦτο δὲ ὡς προφήτης ἐπεδείξατο. Λαβοῦσα τοίνυν αὐτὸν ἡ θάλαττα, καθάπερ ἐν δεσμωτηρίῳ τινὶ τῇ γαστρὶ τοῦ κήτους ἐναπέθετο, σῶον τῷ ∆εσπότῃ φυλάττουσα τὸν φυγάδα· καὶ οὔτε κύματα ἄγρια λαβόντα ἀπέπνιξαν, οὔτε κῆτος κυμάτων ἀγριώτερον ὑποδεξάμενον αὐτὸν ἐν κοιλίᾳ διέφθειρεν, ἀλλὰ διέσωσε καὶ πρὸς τὴν πόλιν ἐπανήγαγε· καὶ θάλαττα καὶ κῆτος παρὰ φύσιν ὑπήκουσαν, ἵνα διὰ πάντων ὁ προφήτης παιδεύηται. Ἐλθὼν τοίνυν εἰς τὴν πόλιν ἀνέγνω τὴν ἀπόφασιν, καθάπερ ἐπιστολὴν βασιλικὴν κόλασιν ἔχουσαν, καὶ ἐβόα λέγων· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Ἤκουσαν ταῦτ' ἐκεῖνοι, οὐ διηπίστησαν, οὐ κατεφρόνησαν, ἀλλ' εὐθέως δρόμος ἁπάντων εἷς ἐπὶ τὴν νηστείαν, ἀνδρῶν, γυναικῶν, δούλων, δεσποτῶν, ἀρχόντων, ἀρχομένων, παιδίων, πρεσβυτέρων· οὐδ' ἡ τῶν ἀλόγων φύσις ταύτης ἀτελὴς ἦν τῆς λειτουργίας· πανταχοῦ σάκκος, πανταχοῦ σποδὸς, πανταχοῦ θρῆνος καὶ οἰμωγή. Καὶ γὰρ καὶ αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ βασιλικοῦ, σάκκον ὑπεστρώσατο, σποδὸν κατεπάσατο, καὶ οὕτω τὴν πόλιν ἐξήρπασε τῶν κινδύνων· καὶ ἦν ἰδεῖν πρᾶγμα παράδοξον ὑπὸ σάκκου πορφυρίδα παρευδοκιμηθεῖσαν. Ὅπερ γὰρ οὐκ ἴσχυσεν ἁλουργὶς, τοῦτο ἴσχυσεν ὁ σάκκος· ὅπερ οὐκ ἤνυσε τὸ διάδημα, τοῦτο κατώρθωσεν ἡ σποδός. Ὁρᾷς ὡς οὐ μάτην εἶπον ὅτι οὐ νηστείαν, ἀλλὰ μέθην καὶ ἀδηφαγίαν δεδοικέναι χρή; Ἡ μὲν γὰρ μέθη καὶ ἀδηφαγία τὴν πόλιν ἑστῶσαν διέσεισε, καὶ καταβαλεῖν ἔμελλεν· ἡ δὲ νηστεία σαλευομένην αὐτὴν καὶ μέλλουσαν καταπίπτειν ἔστησε. Μετὰ ταύτης καὶ ὁ ∆ανιὴλ εἰς λάκκον λεόντων εἰσελθὼν, καθάπερ προβάτοις ἡμέροις συγγενόμενος, οὕτως ἐξῄει. Καὶ γὰρ καὶ τῷ θυμῷ ζέοντες, καὶ φόνιον βλέποντες, τῆς τραπέζης 49.312 περικειμένης οὐχ ἥπτοντο, ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς διεγειρούσης οὐδὲν γὰρ ἀγριώτερον ἐκείνων τῶν θηρίων καὶ τοῦ λιμοῦ καὶ γὰρ ἑπτὰ