28
νουθεσίαν παραιτοῦ. Ἀνεξίκακον. Καλῶς τοῦτο προσέθηκε· μάλιστα γὰρ τοῦτο ἔχειν χρὴ τὸν διδάσκαλον· ἐπεὶ πάντα μάτην γίνεται. Εἰ γὰρ οἱ ἁλιεῖς πολλάκις δι' ὅλης ἡμέρας βάλλοντες τὰ δίκτυα, καὶ οὐκ ἐπιτυγχάνοντες οὐκ ἀπαγορεύουσι, πολλῷ μᾶλλον ἡμεῖς. Ὅρα γὰρ τί γίνεται· Συμβαίνει πολλάκις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας εἰς τὸ βάθος τῆς ψυχῆς τὸ τοῦ λόγου ἄροτρον κατελθὸν ἐκκόψαι τὸ ἐνοχλοῦν αὐτῇ πάθος. Ὁ γὰρ μυριάκις ἀκούσας, πείσεταί τι· οὐ γὰρ ἔστιν ἄνθρωπον ἀκούοντα συνεχῶς, μηδὲν παθεῖν. Ἔστιν οὖν ὅτε μέλλων πείθεσθαι, ἡμῶν ἀπαγορευσάντων, τὸ πᾶν ἀπώλεσε. Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις γεωργίας ἄπειρος τὴν ἄμπελον· φυτευθεῖσαν σκάπτοι μὲν ἐνιαυτῷ τῷ πρώτῳ, ἐν δὲ τῷ δευτέρῳ ζητῶν λήψεσθαι καρπὸν, καὶ πάλιν ἐν τῷ τρίτῳ, καὶ μὴ λαμβάνων, εἶτα τῶν τριῶν ἐτῶν παρελθόντων ἀπογνοὺς, τότε λοιπὸν αὐτὴν καταλείποι ἐν τῷ τετάρτῳ, ὅτε τῶν πόνων ἐκείνων ἔμελλε κομίζεσθαι τὴν ἀντίδοσιν. Εἰπὼν δὲ, Ἀνεξίκακον, οὐκ ἀρκεῖται, ἀλλ' ἐπάγει λέγων· Ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. Μάλιστα γὰρ τὸν διδάσκοντα τοῦτο χρὴ ποιεῖν ἐν πραότητι· οὐ γὰρ ἔνι ψυχὴν δεομένην μαθεῖν, μετὰ θρασύτητος καὶ μάχης δυνηθῆναί τι τῶν χρησίμων συνιδεῖν· κἂν γὰρ μέλλῃ προσέχειν, ἀπορηθεῖσα οὐδὲν εἴσεται. ∆εῖ γὰρ τὸν μέλλοντά τι τῶν χρησίμων μαθεῖν, πρὸ τῶν ἄλλων πάντων ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα· τούτου δὲ μὴ προκατασκευασθέντος, οὐκ ἔνι γενέσθαι τι τῶν δεόντων οὐδὲ τῶν χρησίμων· ἡδέως δὲ οὐκ ἄν τις σχοίη πρὸς τὸν θρασυνόμενον καὶ ὑβρίζοντα. Πῶς οὖν αἱρετικὸν, φησὶν, ἄνθρωπον μετὰ μίαν ἢ δευτέραν νουθεσίαν παραιτοῦ; Τὸν ἀδιόρθωτον λέγει, ὃν οἶδεν ἀνίατα νοσοῦντα. Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἴσως ἔσται τις διόρθωσις· τὸ δὲ, ἴσως, ἐπὶ τῶν ἀδήλων ἐστίν. Ὥστε ἐκείνων μόνον ἀφίστασθαι χρὴ, περὶ ὧν δυνάμεθα σαφῶς ἀποφήνασθαι, καὶ ὑπὲρ ὧν πεπείσμεθα, ὅτι οὐδ' ἂν ὁτιοῦν γένηται, μεταστήσονται. Ἐν πραότητι, φησίν. Ὁρᾷς ὅτι τοὺς βουλομένους μαθεῖν οὕτω χρὴ προσίεσθαι, καὶ μηδέποτε πρὸ τῆς ἀποδείξεως ἀφίστασθαι τῶν διαλέξεων; Ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Καλῶς εἶπεν, Ἐζωγρημένοι· τέως γὰρ ἐν πλάνῃ νήχονται. Ὅρα πῶς διδάσκει μετριοφρονεῖν. Οὐκ εἶπε, Μή ποτε δυνηθῇς, ἀλλὰ, Μή ποτε δῷ αὐτοῖς ὁ Κύριος ἀνανῆψαι. Κἂν γένηταί τι, τοῦ Κυρίου τὸ πᾶν γίνεται· σὺ φυτεύεις, σὺ ποτίζεις, ἐκεῖνος σπείρει καὶ ποιεῖ καρποφορεῖν. Μή ποτε τοίνυν διακεώμεθα, ὡς αὐτοί 62.633 τινα πείθοντες, κἂν πείσωμεν. Καὶ ζωγρηθέντες, φησὶν, ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Τοῦτο δὲ οὐ περὶ δογμάτων ἄν τις εἴποι, ἀλλὰ καὶ περὶ βίου· τὸ γὰρ θέλημα αὐτοῦ ἐστιν ὀρθῶς βιοῦν. Εἰσὶ δέ τινες ἐν τῇ παγίδι τοῦ διαβόλου καὶ βίου ἕνεκεν· οὐ τοίνυν οὐδὲ πρὸς τούτους περικακεῖν χρή. Μή ποτε ἀνανήψωσι, φησὶν, ἐζωγρημένοι εἰς τὸ ἐκείνου θέλημα. Τὸ δὲ, Μή ποτε, πολλῆς μακροθυμίας ἐστὶ δεικτικόν· τὸ γὰρ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, παγὶς διαβολική. γʹ. Ὥσπερ γὰρ ὁ στρουθὸς, κἂν μὴ ἐξ ὅλου τοῦ μέρους κατέχηται, ἀλλ' ἐξ ἑνὸς, τοῦ ποδὸς λέγω, ὑπὸ τὴν ἐξουσίαν ἐστὶ τοῦ τὴν παγίδα θέντος· οὕτω καὶ ἡμεῖς, κἂν μὴ ἐξ ὅλου κατεχώμεθα, καὶ ἐκ πίστεως καὶ ἐκ βίου, ἀλλ' ἐκ τοῦ βίου μόνον, ὑπὸ τὴν ἐξουσίαν ἐσμὲν τοῦ διαβόλου. Οὐ γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, φησὶν, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Οὐκ οἶδα ὑμᾶς, ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Ὁρᾷς ὅτι κέρδος οὐδὲν ἐκ τῆς πίστεως, ὅταν ἡμᾶς ἀγνοῇ ὁ ∆εσπότης; Καὶ ταῖς παρθένοις τὸ αὐτό φησιν· Οὐκ οἶδα ὑμᾶς. Τί οὖν τὸ κέρδος τῆς παρθενίας καὶ τῶν πολλῶν ἱδρώτων, ὅταν ἀγνοῇ αὐτὰς ὁ ∆εσπότης; Καὶ πολλαχοῦ