1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

29

ὀρθώσαντες αὐτὸ πάλιν ἐπὶ τῆς οἰκείας ἔστησαν ἕδρας, τῇ ὑστεραίᾳ ὑπὸ τὴν ἕω παραγενόμενοι θεωροῦσιν οὐκέτι μόνον πεπτωκὸς ἀλλὰ καὶ διακεκλασμένον πάντοθεν. Αἵ τε γὰρ χεῖρες ἀποσπασθεῖσαι τῶν ὤμων εἰς τὸν οὐδὸν ἐξηκοντίσθησαν τοῦ ναοῦ μετὰ τῶν ποδῶν τό τε λοιπὸν τοῦ ξοάνου μέρος εἰς ἕτερον διέσπαρτο τόπον διασπασθέν. Καὶ τῶν Σοδόμων δέ-ὡς ἄν τις μεγάλῳ παραβάλοι μικρόν-διὰ τοῦτο μετὰ τῶν οἰκητόρων καὶ ἡ γῆ καταφλεχθεῖσα ἀπώλετο καὶ γέγονεν ἄκαρπος ἵνα μὴ μόνον οἱ τότε ἀλλὰ καὶ οἱ μετ' ἐκείνους ἅπαντες ὑπὸ τῶν τόπων σωφρονίζωνται. Εἰ γὰρ ἔστη μέχρι τῶν ἀνδρῶν ἡ κόλασις κἂν ἠπιστήθη μετὰ ταῦτα τὸ γεγονός. ∆ιὰ τοῦτο ὁ τόπος δέχεται τὴν πληγὴν ὁ τῷ χρόνῳ παρεκταθῆναι δυνάμενος καὶ ἑκάστην τῶν ἐπιγινομένων ὑπομιμνήσκει γενεῶν ὅτι τοὺς τὰ τοιαῦτα δρώντας τοιαῦτα πάσχειν νενομοθέτηται κἂν μὴ παραυτὰ τὴν τιμωρίαν τίσωσιν, ὅπερ καὶ ἐπὶ τοῦ ναοῦ γέγονε τούτου.

117 Ἰδοὺ γὰρ εἰκοστὸν ἔτος ἐστὶν ἐξ ἐκείνου λοιπὸν καὶ τῆς ὑπὸ τοῦ πυρὸς καταλειφθείσης οὐδὲν παραπόλωλεν οἰκοδομῆς ἀλλ' ἕστηκε παγίως καὶ βεβαίως τὰ διαφυγόντα μέρη τὸ πῦρ καὶ οὕτως ἐστὶν ἰσχυρὰ ὡς καὶ πρὸς ἑκατὸν ἔτη καὶ πρὸς ἕτερα δὶς τοσαῦτα καὶ τούτων πάλιν πολλῷ πλείονα ἀρκέσαι χρόνον. Καὶ τί θαυμαστὸν εἰ τῶν τοίχων οὐδεὶς ἀποσχισθεὶς θατέρου κατηνέχθη πρὸς τοὔδαφος; Τῶν γὰρ κιόνων τῶν περὶ τὸν ὀπισθόδομον εἷς τότε μόνος διακλασθεὶς οὐδὲ οὗτος κατέπεσεν ἀλλὰ διαλυθεὶς ἀπὸ τῆς οἰκείας ἔδρας καὶ πρὸς τὸν τοῖχον ἀναπεσὼν οὕτως ἔμεινε. Καὶ αὐτοῦ τὸ μὲν ἀπὸ τῆς κρηπῖδος ἐπὶ τὴν τομὴν πλάγιον πρὸς τὸν τοῖχον ἐρήρεισται τὸ δὲ ἀπὸ τῆς τομῆς ἐπὶ τὴν κεφαλίδα ἕστηκεν ὕπτιον τοῦ κατωτέρου βασταζόμενον μέρους. Καίτοι καὶ ἀνέμων σφοδρῶς τῷ τόπῳ προσπεσόντων πολλάκις καὶ σεισμῶν γενομένων καὶ τῆς γῆς τιναχθείσης οὐδ' ἐτινάχθη τὰ λείψανα τῆς φλογὸς ἀλλ' ἕστηκε βεβαίως μονονουχὶ βοῶντα ὅτι διὰ τὸν τῶν ἐσομένων τετήρηνται σωφρονισμόν.

118 Καὶ τοῦ μὲν μὴ πάντα ἁλῶναι τῷ πυρὶ τὸν νεὼν ταύτην ἂν εἴποι τις εἶναι πρόφασιν, τοῦ δὲ μὴ ἐλθεῖν ἐπὶ τὸν βασιλέα τὸν σκηπτὸν καὶ ἑτέραν εὕροι τις ἂν αἰτίαν ζητῶν ἀπὸ τῆς αὐτῆς ὁρμωμένην πηγῆς, τῆς χρηστότητος λέγω καὶ φιλανθρωπίας τοῦ Χριστοῦ. ∆ιὰ γὰρ τοῦτο τῆς μὲν τοῦ βασιλέως κεφαλῆς τέως ἀνέσχε τὸ πῦρ ἔρριψε δὲ αὐτὸ κατὰ τῆς ὀροφῆς ἵνα ἐν ταῖς ἑτέρων συμφοραῖς παιδευθεὶς ἐκφύγῃ τὴν ἀποκειμένην αὐτῷ κόλασιν μεταβαλὼν καὶ τῆς πλάνης ἀπαλλαγείς. Οὐδὲ γὰρ τοῦτο μόνον οὐδὲ πρῶτον αὐτῷ τῆς οἰκείας δυνάμεως σημεῖον ἔδωκεν ὁ Χριστὸς ἀλλὰ καὶ ἕτερα πρὸς τούτοις πολλὰ τούτου οὐχ ἥττονα. Ὅ τε γὰρ θεῖος ὅ τε ταμίας οὕτως ἄμφω καταλύσαντες τὸν βίον καὶ λιμὸς εἰς τὴν πόλιν εὐθέως ἐμπεσὼν μετ' αὐτοῦ καὶ ἡ τῶν ὑδάτων σπάνις οὐδέποτε συμβᾶσα πρότερον ἀλλ' ἢ μετὰ τὰς ἐπὶ τῶν πηγῶν γενομένας θυσίας ὑπ' αὐτοῦ καὶ πολλὰ πρὸς τούτοις ἕτερα, τά τε ἐν τῷ στρατοπέδῳ τά τε ἐν ταῖς πόλεσι συμβαίνοντα, καὶ λιθίνην ἱκανὰ κάμψαι ψυχήν· οὐ τῷ πλήθει μόνον οὐδὲ τῷ πάντα ὁμοῦ γίνεσθαι καὶ ἐφεξῆς καὶ κατὰ πόδας τῶν τολμημάτων ὡς ἐπὶ τοῦ βασιλέως τῶν Αἰγυπτίων ποτὲ ἀλλὰ τῷ καὶ καθ' ἑαυτὰ τοιαῦτα εἶναι τὰ δεικνύμενα τέρατα ὡς μὴ δεῖσθαι ἕτερον ἑτέρου πρὸς τὴν τῶν ὁρώντων ἐπιστροφὴν ἀλλ' ἀρκεῖν ἕκαστον αὐτῶν καὶ καθ' ἑαυτὸ τοῦτο ἐργάσασθαι.

119 Ἵνα γὰρ τὰ ἄλλα παραλίπω, οὐκ ἂν ἐξέπληξεν τὸν μὴ σφόδρα ἀναίσθητον τὸ περὶ τὰ θεμέλια τοῦ παλαιοῦ τῶν Ἱεροσολύμων ναοῦ σημεῖον ἐπιδειχθέν; Τί δὲ τοῦτο ἦν; Ὁρῶν ὁ τύραννος εἰς τὴν ἀρχὴν ἅπασαν τὴν ὑπ' αὐτῷ κειμένην τοῦ Χριστοῦ τὴν πίστιν ἐκκεχυμένην ἤδη δὲ καὶ τῆς Περσῶν ἁψαμένην καὶ βαρβάρων ἑτέρων μετ' ἐκείνους καὶ πάλιν ἐνδοτέρω τούτων προελθοῦσαν καὶ πᾶσαν ὡς εἰπεῖν τὴν ὑφ' ἡλίῳ κατέχουσαν ἐδάκνετο μὲν καὶ ἤλγει καὶ πρὸς τὸν τῶν ἐκκλησιῶν παρεσκευάζετο πόλεμον, ἠγνόει δὲ "πρὸς κέντρα λακτίζων" ὁ δείλαιος.