1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

30

Καὶ πρῶτον μὲν τὸν ἐν Ἱεροσολύμοις ναὸν ὃν εἰς ἔδαφος ἡ τοῦ Χριστοῦ κατήνεγκε δύναμις ἀνορθοῦν ἐπειρᾶτο καὶ τὰ τῶν Ἰουδαίων ὁ Ἕλλην ἐθεράπευεν ἀπόπειραν διὰ τούτου τῆς τοῦ Χριστοῦ δυνάμεως βουλόμενος λαβεῖν. Καὶ καλέσας Ἰουδαίων τινὰς καὶ θύειν κελεύσας-καὶ γὰρ τοὺς προγόνους τοὺς ἐκείνων τοῦτον τῆς θρησκείας θρησκεύειν τὸν τρόπον ἔλεγεν-ἐπειδὴ εἰς ταύτην ἐκεῖνοι κατέφυγον τὴν ἀναχώρησιν ὡς οὐ θέμις αὐτοῖς τοῦ ναοῦ πεπτωκότος ἔξω τῆς παλαιᾶς μητροπόλεως τοῦτο ποιεῖν κελεύει χρήματα ἀπὸ τῶν ταμείων λαβόντας τῶν βασιλικῶν καὶ τὰ ἄλλα ἅπαντα ἃ πρὸς τὴν οἰκοδομὴν παρέχειν ἐχρῆν ἀπιέναι καὶ ἀνορθοῦν τὸν ναὸν καὶ ἐπὶ τὴν παλαιὰν ἐπανιέναι συνήθειαν τῶν θυσιῶν. Οἱ δὲ ἀνόητοι πλανώμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἕως γήρους ἀπῄεσαν ὡς συμπράξοντες τῷ βασιλεῖ. Καὶ ὡς αὐτῷ τε ὁμοῦ τὸν χοῦν ἤρξαντο κενοῦν καὶ πῦρ τῶν θεμελίων ἐκπηδῆσαν ἀθρόον ἅπαντας αὐτοὺς κατηνάλωσεν. Ὡς δὲ ἀπηγγέλθη ταῦτα τῷ βασιλεῖ οὔτε περαιτέρω τὴν τόλμαν προάγειν ἐπεχείρει λοιπόν-κατείχετο γὰρ τῷ δέει-οὔτε τῆς πλάνης τῶν δαιμόνων ἤθελεν ἀπαλλάττεσθαι καθάπαξ τυραννηθεὶς ὑπ' αὐτῶν ἀλλὰ τέως μὲν ἡσυχίαν ἤγε.

120 Χρόνου δὲ παρελθόντος μικροῦ τῆς αὐτῆς εἴχετο ματαιοπονίας τὸν μὲν νεὼν οὐκ ἔτι τολμῶν οἰκοδομεῖν ἑτέρωθεν δὲ ἀκροβολιζόμενος πρὸς ἡμᾶς. Εἰς πόλεμον γὰρ καθεῖναι φανερὸν ἀνεβάλετο τέως ἑνὸς μὲν καὶ μάλιστα πρώτου τοῦ πεπεΐσθαι σαφῶς ἀδυνάτοις ἐπιχειρῶν, δευτέρου δὲ τοῦ μηδεμίαν ἡμῖν ἀφορμὴν παρασχεῖν μαρτυρίου στέφανον ἀναδήσασθαι. Καὶ γὰρ ἀφόρητον ἦν αὐτῷ καὶ πάσης συμφορᾶς χεῖρον τὸ παραχθέντα τινὰ εἰς μέσον μέχρι τελευτῆς ἐγκαρτερῆσαι ταῖς ὑπὲρ τῆς ἀληθείας βασάνοις. Οὕτως ἐκ ψυχῆς τὴν πρὸς ἡμᾶς ἀπέχθειαν ἀπεδείκνυτο. Κακοῦργος δὲ ὢν καὶ δεινὸς τοὺς ὑπὸ τῶν ἀρχόντων τῆς ἐκκλησίας κεκολασμένους δι' ἁμαρτίας τινὰς καὶ τῆς ἀρχῆς ἐκβεβλημένους πάντας πάντοθεν ἤφιε, τούτῳ τῷ τρόπῳ τοῖς τε πονηροτάτοις ἐξουσίαν διδοὺς καὶ τοὺς τῆς ἐκκλησίας ἀνατρέπων θεσμοὺς καὶ πρὸς ἀλλήλους συγκρούων ἅπαντας· εὐχειρώτους γὰρ λοιπὸν ἔσεσθαι πρότερον ὑπὸ τοῦ πρὸς ἀλλήλους καταναλωθέντας πολέμου. Καί τινα καὶ τῆς τοῦ δόγματος ἕνεκεν διαστροφῆς καὶ τῆς τοῦ βίου μοχθηρίας τῆς ἀρχῆς τῆς ἐκκλησιαστικῆς ἐκβεβλημένον-Στέφανος ὄνομα ἦν αὐτῷ-κελεύει πάλιν τὸν διδασκαλικὸν θρόνον ἀναλαβεῖν. Καὶ τὸ Κυριακὸν δὲ ὄνομα τέως σβεσθῆναι τό γε εἰς αὐτὸν ἧκον ἐσπούδαζε Γαλιλαίους ἀντὶ Χριστιανῶν αὐτός τε ἐν τοῖς διατάγμασι καλῶν καὶ τοὺς ἄρχοντας τοῦτο προτρέπων ποιεῖν.

121 Μεταξὺ δὲ τῶν σημείων τούτων ὧν εἶπον γενομένων τῶν κατὰ τὸν λιμὸν καὶ τὸν αὐχμὸν ἔμενεν ἐπὶ τῆς αὐτῆς ἀναιδείας ἔτι καὶ σκληρότητος. Καὶ μέλλων ἐπιστρατεύειν τῷ Πέρσῃ καὶ μετὰ τοσούτου τύφου κατιὼν εἰς ἄπαν τὸ τῶν βαρβάρων ἀναρπασόμενος ἔθνος ἠπείλει μυρίας ἡμῖν ἀπειλὰς λέγων μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον πάντας ἄρδην ἀπολεῖν· πόλεμον γὰρ αὐτῷ τοῦτον εἶναι τοῦ Περσικοῦ χαλεπώτερον καὶ δεῖν πρότερον κατορθώσαντα ἐκεῖνον τὸν ἐλάττω τότε ἐπὶ τὸν μείζονα τοῦτον ἐλθεῖν. Καὶ ταῦτα ἡμῖν οἱ τῆς γνώμης αὐτῷ κοινωνοῦντες ἀπήγγελλον. Ζέων δὲ τῷ καθ' ἡμῶν θυμῷ καὶ καθ' ἑκάστην ἡμέραν πρὸς μείζονα μανίαν αἰρόμενος οὐδέποτε ἐπὶ τῆς αὐτῆς ἵστατο γνώμης ἀλλὰ τὴν προτέραν βουλὴν ἀναθέμενος πάλιν ἠπείλει τὸν διωγμὸν ἡμῖν. Βουλόμενος δὲ αὐτὸν ὁ Θεὸς ἀνακρούσασθαι καὶ καταστεῖλαι φλεγμαίνοντα ἐπήγαγε πάλιν τουτὶ τὸ σημεῖον ἐν τῇ ∆άφνῃ τὸ πῦρ ἐπὶ τὸν νεὼν ἀφείς. Ὁ δὲ οὐδὲ οὕτω καθυφῆκε τοῦ θυμοῦ ἀλλὰ τῇ τῆς ἡμετέρας λεηλασίας ἐπιθυμίᾳ διαρρηγνύμενος οὐδὲ τὸν καιρὸν ὃν ἠπείλησεν ἔμεινεν ἀλλὰ τὸν Εὐφράτην διαβαίνειν μέλλων ἀπόπειραν ἐποιεῖτο τῶν στρατιωτῶν καί τινας εὐαριθμήτους κολακείᾳ διαφθείρας τοὺς ἀντιστάντας οὐ παρέλυσε τῆς στρατείας δεδοικὼς μὴ διαστήσας αὐτοὺς ἀσθενέστερον ἐργάσηται τῷ Πέρσῃ τὸν στρατόν.