1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

30

προῤῥήσει καλοῦμεν τὸν δεχόμενον τὴν ἐπιστολήν· ὅταν δὲ πολὺ τὴν ἀξίαν ὑπερέχωσι τὴν ἡμετέραν, καὶ ἕτερα πλείονα προστίθεμεν ὀνόματα, μείζονα ἔχοντα τὴν θεραπείαν· εἰ οὖν ἡμεῖς τοσαύτῃ προνοίᾳ κεχρήμεθα, καὶ οὐχ ἑνὶ τρόπῳ πᾶσι γράφομεν, ἀλλὰ τῇ διαφορᾷ τῶν δεχομένων προσώπων καταλλήλους ποιούμεθα τὰς προσηγορίας· πολλῷ μᾶλλον ὁ Παῦλος, οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τούτοις μὲν οὕτως, ἐκείνοις δὲ ἑτέρως ἐπέστελλεν, ἀλλὰ μετά τινος σοφίας πνευματικῆς. Ὅτι μὲν οὐδενὶ τῶν ἄλλων ἐπιστέλλων, κλητὸν ἑαυτὸν ἐν τῷ προοιμίῳ τῆς Ἐπιστολῆς ἐκάλεσεν, ἔξεστιν ἡμῖν αὐτὰς τῶν Ἐπιστολῶν τὰς ἀρχὰς ἐπελθοῦσι τοῦτο μαθεῖν. Τίνος δὲ ἕνεκεν τοῦτο ἐποίει, ἡμέτερον ἂν εἴη λοιπὸν εἰπεῖν, ἐπειδὰν δείξωμεν πρότερον τί ἐστιν ὁ κλητὸς, καὶ τί διὰ τῆς ῥήσεως ἡμᾶς διδάξαι ὁ Παῦλος ἠθέλησε ταύτης. Τί ποτ' οὖν ἡμᾶς βούλεται διδάξαι διὰ τοῦ κλητὸν ἑαυτὸν καλέσαι; Ὅτι οὐκ αὐτὸς τῷ ∆εσπότῃ προσῆλθε πρῶτος, ἀλλὰ κληθεὶς ὑπήκουσεν· οὐκ αὐτὸς ἐζήτησε καὶ εὗρεν, ἀλλ' εὑρέθη πλανώμενος· οὐκ αὐτὸς πρὸς τὸ φῶς ἀνέβλεψε πρῶτος, ἀλλὰ τὸ φῶς τὰς οἰκείας ἀκτῖνας πρὸς τὰς ὄψεις ἀφῆκε τὰς ἐκείνου, καὶ τοὺς ἔξω πηρώσας ὀφθαλμοὺς, οὕτω τοὺς ἔνδοθεν ἤνοιξε. Βουλόμενος οὖν ἡμᾶς παιδεῦσαι ὅτι τῶν κατορθωμάτων αὐτοῦ πάντων οὐδὲν ἑαυτῷ λογίζεται, ἀλλὰ τῷ κεκληκότι Θεῷ, κλητὸν ἑαυτὸν καλεῖ. Ὁ γὰρ τὰς πύλας μοι τοῦ σκάμματος ἀνοίξας, φησὶ, καὶ τὸ στάδιον, οὗτος καὶ τῶν στεφάνων αἴτιος γίνεται· ὁ τὴν ἀρχὴν παρασχὼν καὶ τὴν ῥίζαν καταβαλλόμενος, οὗτος καὶ τῶν βλαστησάντων μοι μετὰ ταῦτα καρπῶν παρέσχε μοι τὰς ἀφορμάς. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ πάλιν εἰπὼν, Πλείονα πάντων ἐκοπίασα, ἐπήγαγεν, Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις ἡ σὺν ἐμοί. Τὸ οὖν Κλητὸς ὄνομα οὐδενός ἐστιν ἔνδειξις 51.151 ἑτέρου, ἢ τὸ μηδὲν οἰκεῖον νομίζειν εἶναι Παῦλον τῶν οἰκείων κατορθωμάτων, ἀλλὰ πάντα ἀνατιθέναι τῷ ∆εσπότῃ Θεῷ. Ὅπερ οὖν καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἐδίδασκε λέγων, Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς· καὶ ὁ Ἀπόστολος τὸ αὐτὸ τοῦτο πάλιν ἐπὶ τῆς αὐτῆς Ἐπιστολῆς αἰνίττεται λέγων· Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην· νῦν γὰρ, φησὶν, οὐκ ἐγὼ πρῶτος ἐπέγνων, ἀλλ' αὐτὸς ἐπεγνώσθην πρῶτος. ∆ιώκοντα γὰρ αὐτὸν καὶ πορθοῦντα τὴν Ἐκκλησίαν ὁ Χριστὸς ἐκάλεσε, λέγων· Σαῦλε, Σαῦλε, τί με διώκεις; ∆ιὰ τοῦτο κλητὸν ἑαυτὸν καλεῖ. Τίνος ἕνεκεν Κορινθίοις οὕτως ἐπέστελλεν; Ἡ Κόρινθος αὕτη τῆς Ἀχαΐας μητρόπολίς ἐστι, καὶ πνευματικοῖς ἐκόμα χαρίσμασι· καὶ μάλα εἰκότως· τῆς γὰρ Παύλου γλώττης πρώτη ἀπήλαυσε, καὶ καθάπερ ἄμπελος, ἀρίστου τινὸς καὶ ἐπιμελοῦς ἀπολαύουσα γεωργοῦ, πολλοῖς μὲν κομᾷ τοῖς φύλλοις, πολλῷ δὲ τῷ καρπῷ βρίθει διηνεκῶς· οὕτω δὴ καὶ ἡ πόλις ἐκείνη, ὥσπερ τινὸς ἀρίστου γεωργοῦ, τῆς Παύλου διδασκαλίας μετασχοῦσα πρώτη, καὶ ἐπὶ πολὺν ἐντρυφήσασα χρόνον τῇ τούτου σοφίᾳ, πᾶσιν ἐτεθήλει τοῖς ἀγαθοῖς· οὐ πνευματικῶν δὲ αὕτη χαρισμάτων περιουσία μόνη ἦν, ἀλλὰ καὶ βιωτικῶν πλεονεκτημάτων πολλὴν εἶχε τὴν ἀφθονίαν. Καὶ γὰρ σοφίᾳ λόγων τῶν ἔξωθεν, καὶ πλούτῳ καὶ δυναστείᾳ τῶν ἄλλων ἐκράτει πόλεων. Καὶ ταῦτα αὐτὴν ἐφύσησε καὶ πρὸς ἀπόνοιαν ἦρε, καὶ διὰ τῆς ἀπονοίας εἰς πολλὰ διέστησε μέρη. Τοιαύτη γὰρ τῆς ὑπερηφανίας ἡ φύσις· τὸν τῆς ἀγάπης διαῤῥήγνυσι σύνδεσμον, καὶ τὸν πλησίον ἀποσχίζει, καὶ καθ' ἑαυτὸν ἕκαστον εἶναι ποιεῖ τὸν κεκτημένον αὐτήν. Καὶ καθάπερ τοῖχος φυσηθεὶς διαλύει τὴν οἰκοδομὴν, οὕτω δὴ καὶ ψυχὴ φυσηθεῖσα τῆς πρὸς ἕτερον συναφείας οὐκ ἀνέχεται, ὃ δὴ καὶ ἡ Κόρινθος ἔπαθε τότε· καὶ πρὸς ἀλλήλους διεστασίαζον, καὶ εἰς πολλὰ μέρη τὴν Ἐκκλησίαν κατέτεμον, καὶ μυρίους ἑαυτοῖς ἑτέρους ἐπέστησαν διδασκάλους, καὶ κατὰ φρατρίας καὶ συμμορίας γενόμενοι ἐλυμήναντο τὸ τῆς Ἐκκλησίας ἀξίωμα. Ἐκκλησίας γὰρ ἀξίωμα, ὅταν σώματος ἀκολουθίαν πρὸς ἑαυτοὺς οἱ συλλεγόμενοι διατηρῶσι.