1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

30

πολλοῖς ὅπλοις καὶ ἀσφαλίσμασι τὰ καίρια τῶν μελῶν περιφράξαντες, τὴν πρὸς ἐκεῖνα ἀναδέχονται μάχην· οὕτω καὶ νῦν πολλοὶ τῶν ἀνθρώπων εἰσὶν, οἳ καθάπερ θηρίῳ τῇ νηστείᾳ πυκτεύειν μέλλοντες, οὕτω τῇ γαστριμαργίᾳ καθοπλίζονται, καὶ διαῤῥήξαντες ἑαυτοὺς καὶ σκοτώσαντες μετὰ πολλῆς τῆς παραφροσύνης ὑποδέχονται τὸ γαλήνιον καὶ ἥμερον τῆς νηστείας ὄμμα Κἂν μὲν ἐρωτήσω σε, Τίνος ἕνεκεν εἰς βαλανεῖον τρέχεις σήμερον; Ἵνα καθαρῷ τῷ σώματι τὴν νηστείαν 49.314 ὑποδέξωμαι, φήσεις· ἂν δὲ ἐρωτήσω, Τίνος ἔνεκεν μεθύεις; Ἐπειδὴ εἰς νηστείαν μέλλω εἰσιέναι, πάλιν ἐρεῖς. Καὶ πῶς οὐκ ἄτοπόν ἐστι, σώματι μὲν καθαρῷ, ψυχῇ δὲ ἀκαθάρτῳ καὶ μεθυούσῃ, τὴν καλλίστην ταύτην ἑορτὴν ὑποδέχεσθαι; Ἐνῆν μὲν οὖν καὶ πλείονα τούτων εἰπεῖν, ἀλλὰ τοῖς σωφρονοῦσι καὶ ταῦτα ἀρκεῖ πρὸς διόρθωσιν. ∆ιόπερ ἀνάγκη καταπαῦσαι τὸν λόγον· καὶ γὰρ τῆς τοῦ πατρὸς φωνῆς ἐπιθυμῶ ἀκοῦσαι. Ἡμεῖς μὲν γὰρ, κατὰ τὰ παιδία τὰ ποιμενικὰ, λεπτῷ τῷ καλάμῳ συρίζομεν, ὥσπερ ὑπό τινα δρῦν ἢ λεύκην, τῇ σκιᾷ τῶν ἱερῶν τούτων καθήμενοι· οὗτος δὲ καθὰ μουσικός τις ἄριστος χρυσῆν ἁρμοσάμενος κιθάραν, τῇ συμφωνίᾳ τῶν κρουσμάτων ὁλόκληρον ἀνίστησι θέατρον· οὕτω δὴ καὶ οὗτος, οὐ συμφωνίᾳ κρουσμάτων, ἀλλὰ συμφωνίᾳ λόγων καὶ πράξεων πολλὴν ἡμῖν ἐντίθησι τὴν ὠφέλειαν. Τοιούτους καὶ ὁ Χριστὸς ζητεῖ διδασκάλους· Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τοιοῦτος οὗτός ἐστι· διὸ καὶ μέγας ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐστι. Γένοιτο δὲ ἡμᾶς εὐχαῖς αὐτοῦ καὶ τῶν συνέδρων ἁπάντων δυνηθῆναι καταξιωθῆναι τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΕΧΘΕΙΣΑ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ τῇ ἕκτῃ ἑβδομάδι τῆς ἁγίας τεσσαρακοστῆς.

Ὁμιλία ʹ.

αʹ. Ὡς τερπνὰ τῆς πνευματικῆς ταύτης ἡμῖν θαλάσσης τὰ κύματα, καὶ αὐτῶν τῶν ἐν τῷ πελάγει τερπνότερα. Ἐκεῖνα μὲν γὰρ ἀνέμων ἀταξία, ταῦτα δὲ ἀκροάσεως ἐπιθυμία διανίστησι· κἀκεῖνα μὲν κορυφούμενα πολλὴν τῷ κυβερνήτῃ τὴν ἀγωνίαν παρέχει, ταῦτα δὲ φαινόμενα πολλὴν τῷ λέγοντι τὴν παῤῥησίαν ἐντίθησι. Τὰ μὲν γάρ ἐστι χειμαζομένης θαλάσσης τεκμήρια, ταῦτα δὲ ψυχῆς εὐφραινομένης σημεῖα· κἀκεῖνα μὲν ταῖς πέτραις προσαραττόμενα ἄσημον τὸν ἦχον ἀφίησι, ταῦτα δὲ τῷ λόγῳ τῆς διδασκαλίας προσρηγνύμενα προσηνῆ τὴν φωνὴν ἀφίησιν. Οὕτω καὶ ζεφύρου πνοαὶ ὅταν ἐμπέσωσιν εἰς λήϊα, καὶ τὰς κεφαλὰς τῶν ἀσταχύων ἐπικλίνωσι καὶ διανιστῶσι, τὰ κύματα τῆς θαλάσσης ἐπὶ τῆς χέρσου μιμοῦνται. Ἀλλὰ καὶ ἐκείνων τῶν ληΐων ταῦτα τερπνότερα· οὐ γὰρ ζεφύρου πνοαὶ, ἀλλὰ Πνεύματος χάρις τὰς ὑμετέρας διανέστησε ψυχὰς καὶ ἐθέρμανε, καὶ τὸ πῦρ ἐκεῖνο, ὃ πάλαι ὁ Χριστὸς ἔλεγεν, ὅτι Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη; τοῦτο ὁρῶ καταβεβλημένον καὶ καιόμενον ἐν ταῖς ὑμετέραις ψυχαῖς. Ἐπεὶ οὖν τοσαύτας ἡμῖν λαμπάδας ὁ τοῦ Χριστοῦ φόβος ἀνῆψε, φέρε ἐντεῦθεν τὸ τῆς διδασκαλίας ἔλαιον ἐπιστάξωμεν, ὥστε διαρκέστερον ἡμῖν γενέσθαι τὸ φῶς. Ὁ γὰρ καιρὸς τῆς νηστείας ἡμῖν λοιπὸν πρὸς τὸ τέλος ἐπείγεται· εἰς γὰρ τὰ μέσα τῶν σταδίων φθάσαντες πρὸς τὸ τέλος λοιπὸν ἀπηντήκαμεν. Ὥσπερ γὰρ ὁ ἀρχόμενος ἐμέσασεν, οὕτως ὁ πρὸς μέσον ἐλθὼν τοῦ τέλους ἐπείληπται. Ὁ μὲν οὖν καιρὸς πρὸς τὸ τέλος 49.314 ἐπείγεται, καὶ πρὸς τὸν λιμένα βλέπει τὸ σκάφος λοιπὸν, ἀλλὰ τὸ ζητούμενον οὐ πρὸς τὸν λιμένα ἐλθεῖν, ἀλλὰ μὴ κενὸν τῆς ἐμπορίας ἑλκύσαι τὸ