30
δʹ. Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως καθαραῖς προσφέρωμεν καὶ εὐχώμεθα χερσὶν, ἀλλ' ὅπως καὶ τὰ προσφερόμενα ᾖ καθαρά. Ἐπεὶ τοῦτο γέλως ἐστίν· ὥσπερ ἂν εἴ τις τὸν πίνακα περιπλύνας δώρων ἀκαθάρτων τοῦτον ἐμπλήσειεν, οὐχὶ χλευασία τοῦτό ἐστι καὶ γέλως; Ἔστωσαν αἱ χεῖρες καθαραί· ἔσονται δὲ, ἂν μὴ ὕδατι αὐτὰς ἀπονίπτωμεν μόνον, ἀλλὰ καὶ δικαιοσύνῃ πρότερον· τοῦτο χειρῶν καθάρσιον. Ἂν δὲ γέμωμεν ἀδικίας, κἂν μυριάκις αὐτὰς περιπλύνῃς, κέρδος οὐδέν. Λούσασθε, φησὶ, καθαροὶ γένεσθε. Τί οὖν; ἆρα προσθεὶς εἶπε, Πορεύεσθε ἐπὶ τὰς πηγὰς, πορεύεσθε ἐπὶ τὰ βαλανεῖα καὶ τὰς λίμνας καὶ τοὺς ποταμούς; Οὐδὲν τούτων· ἀλλὰ τί; Ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν· τουτέστι, Καθαροὶ γένεσθε. Τοῦτο ἀπηλλάχθαι ποιεῖ μολυσμοῦ, αὕτη ἐστὶν ἡ ὄντως καθαρότης. Ἐκείνη μὲν γὰρ οὐδὲν μέγα ὤνησεν, αὕτη δὲ παῤῥησίαν ἡμῖν χαρίζεται τὴν πρὸς τὸν Θεόν· κἀκείνην καὶ μοιχοὺς καὶ κλέπτας καὶ ἀνδροφόνους ἔχειν δυνατὸν, καὶ βλᾶκας καὶ ἐκλύτους ἄνδρας καὶ πόρνους καὶ ἡταιρηκότας, καὶ μάλιστα τούτους. Οὗτοι γάρ εἰσιν οἱ τῆς τοῦ σώματος καθαρότητος ἐπιμελόμενοι μάλιστα πάντων, μύρων ὄζοντες συνεχῶς, ἀποσμύχοντες τὸ σῆμα· σῆμα γάρ ἐστιν αὐτοῖς τὸ σῶμα, τῆς ψυχῆς ἔνδον οὔσης νεκρᾶς. Ὥστε ταύτης μὲν τῆς καθαρότητος κἀκείνοις μετιέναι δυνατὸν, τῆς δὲ ἔνδον οὐκέτι. Οὐδὲν μέγα, ἐὰν τὸ σῶμα ἀποπλύ 62.635 νῃς· Ἰουδαϊκός ἐστιν οὗτος ὁ καθαρμὸς, ἀνόνητος καὶ ἀνωφελὴς, τοῦ ἔνδον οὐκ ὄντος. Ἔστω τις σηπεδόνα ἔχων ἢ νομὴν τραυμάτων, περιπλυνέτω τὸ σῶμα· τί τὸ κέρδος; τί τὸ πέρας; Εἰ δὲ τὴν ἐν σώματι σηπεδόνα οὐδὲν ὠφελῆσαι δυνήσεταί τις ἀπὸ τῆς ἐπιφανείας τῆς ἔξωθεν περικλυζομένης καὶ ἀφανιζομένης· ὅταν ἐν ψυχῇ ἡ σηπεδὼν ᾖ, τί ἀπὸ τῆς τοῦ σώματος καθαρότητος ὀνήσομεν; Οὐδέν. Εὐχῶν ἡμῖν δεῖ καθαρῶν· εὐχαὶ δὲ οὐκ ἂν γένοιντο καθαραὶ, τῆς τικτούσης αὐτὰς ψυχῆς οὔσης μιαρᾶς. Οὐδὲν γὰρ οὕτω ποιεῖ ψυχὴν μιαρὰν, ὡς πλεονεξία καὶ ἁρπαγή. Ἀλλ' εἰσί τινες οἳ κατὰ τὴν ἑσπέραν, μυρία διὰ τῆς ἡμέρας ἐργαζόμενοι κακὰ, λουόμενοι εἰσίασιν εἰς τὴν ἐκκλησίαν μετὰ πολλῆς τῆς παῤῥησίας τὰς χεῖρας ἀνατείνοντες, ὡς τὸ πᾶν διὰ τῆς τῶν ὑδάτων κολυμβήθρας ἀποθέμενοι. Εἰ τοῦτο ἦν, μέγα τὸ κέρδος ἦν τὸ καθ' ἑκάστην ἡμέραν λούεσθαι· εἰ τοῦτο ἦν, οὐκ ἂν οὐδὲ αὐτὸς ἐπαυσάμην τὰ βαλανεῖα διενοχλῶν, εἰ καθαροὺς ἐποίει καὶ ἁμαρτημάτων ἀπήλλαττε. Γέλως ταῦτα καὶ λῆρος, παίγνια καὶ παίδων ἀθύρματα. Οὐκ ἀποστρέφεται σώματος ῥύπον ὁ Θεὸς, ἀλλ' ἀκαθαρσίαν ψυχῆς· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· ἆρα τῷ σώματι; οὐδαμῶς, ἀλλ', Οἱ τῇ καρδίᾳ καθαροί· ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὁ δὲ Προφήτης τί φησι· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· καὶ πάλιν, Ἀπόπλυναι ἀπὸ κακίας τὴν καρδίαν σου. Μέγα ἀγαθὸν ἐν συνηθείᾳ ἀγαθῶν εἶναι. Ὅρα πῶς ἐστι μικρὰ ταῦτα καὶ ἀνόνητα. Καὶ ἐπειδὰν προληφθῇ ἐν συνηθείᾳ ἡ ψυχὴ, οὐκ ἀφίσταται, οὐδὲ ἀνέχεται μὴ πρότερον αὐτὰ πληρώσασα προσελθεῖν τῇ εὐχῇ. Οἷόν τι λέγω· Ἐν συνηθείᾳ κατεστήσαμεν ἑαυτοὺς τοῦ νίπτεσθαι καὶ εὔχεσθαι, καὶ οὐκ ἔνι μὴ νιψάμενον τοῦτο ποιῆσαι, ἀλλ' ἡδέως οὐκ εὐχόμεθα, εἰ ἀνίπτοις χερσὶ τοῦτο ποιοῦμεν, ὡς προσκρούειν μέλλοντες Θεῷ, καὶ ὑπὸ συνειδὸς πονηρὸν ὄντες. Εἰ τὸ μικρὸν τοῦτο τοσαύτην ἔχει τὴν τυραννίδα, καὶ πάντως ἐκπληροῦται καθ' ἑκάστην ἡμέραν· εἰ ἐν ἐλεημοσύνης συνηθείᾳ κατεστήσαμεν ἑαυτοὺς, καὶ τοῦτο πληροῦν ἀεὶ ὡρίσαμεν, μηδέποτε εἰσιέναι κεναῖς ταῖς χερσὶν εἰς οἶκον εὐκτήριον, κατώρθωτο ἂν τὸ πρᾶγμα. Μεγάλη γὰρ καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ἐν τοῖς κακοῖς τῆς συνηθείας ἡ τυραννίς· οὐ δεησόμεθα πόνου λοιπὸν, αὐτῆς ἑλκούσης ἡμᾶς. Ἐν συνηθείᾳ πολλοὶ κατέστησαν τοῦ σφραγίζειν ἑαυτοὺς συνεχῶς, καὶ οὐκέτι δέονται τοῦ ὑπομιμνήσκοντος, ἀλλὰ καὶ τοῦ νοῦ πολλάκις ἀλλαχοῦ ῥεμβομένου, καθάπερ ὑπό