31
σκάφος. ∆έομαι πάντων ὑμῶν καὶ ἀντιβολῶ, εἰς τὸ συνειδὸς ἕκαστος αὐτοῦ ἀναλογιζέσθω τὴν ἀπὸ τῆς νηστείας πραγματείαν, κἂν μὲν εὕρῃ κέρδος πολὺ γεγενημένον, προστιθέτω τῇ πραγματείᾳ· ἂν δὲ μηδὲν ᾖ συνειλεγμένον, τῷ λειπομένῳ τοῦ χρόνου κεχρήσθω πρὸς τὴν ἐμπορίαν. Ἕως ἕστηκεν ἡ πανήγυρις, μέγα πραγματευσάμενοι κέρδος ἀναχωρήσωμεν, ἵνα μὴ κεναῖς ἀναχωρήσωμεν χερσὶν, ἵνα μὴ πόνον ὑπομείναντες νηστείας, μισθὸν νηστείας ἀπολέσωμεν. Ἔστι γὰρ καὶ πόνον ὑπομεῖναι νηστείας, καὶ μισθὸν νηστείας μὴ λαβεῖν· πῶς; Ὅταν βρωμάτων μὲν ἀπεχώμεθα, ἁμαρτημάτων δὲ μὴ ἀπεχώμεθα· ὅταν κρέα μὲν μὴ ἐσθίωμεν, κατεσθίωμεν δὲ τὰς τῶν πενήτων οἰκίας· ὅταν οἴνῳ μὲν μὴ μεθύωμεν, μεθύωμεν δὲ ἐπιθυμίᾳ πονηρᾷ· ὅταν πᾶσαν τὴν ἡμέραν ἄσιτοι διατελῶμεν, πᾶσαν δὲ διημερεύωμεν ἐν ἀκολάστοις θεάμασιν. Ἰδοὺ καὶ πόνος νηστείας, καὶ μισθὸς νηστείας οὐδαμοῦ, ὅταν εἰς τὰ θέατρα τῆς παρανομίας ἀναβαίνωμεν. Οὐ πρὸς ὑμᾶς ὁ λόγος· οἶδα γὰρ ὅτι καθαροὶ τῆς κατηγορίας ἐστὲ, ἀλλ' ἔθος τοῖς ὀδυνωμένοις, ὅταν τοὺς αἰτίους μὴ λάβωσιν, εἰς τοὺς παρόντας ἀφιέναι τὴν ὀργήν. Ποῖον κέρδος νηστεύοντας εἰς τὰ θέατρα παρανομίας ἀναβαίνειν, εἰς τὸ κοινὸν τῆς ἀσελγείας διδασκαλεῖον εἰσιέναι, εἰς τὸ δημόσιον τῆς ἀκολασίας γυμνάσιον, ἐπὶ τὴν καθέδραν καθέζεσθαι τῶν λοιμῶν; Καὶ γὰρ καὶ καθέδραν λοιμοῦ, καὶ ἀκολασίας γυμνάσιον, καὶ διδασκαλεῖον ἀσελγείας, καὶ πάντα τὰ αἴσχιστα τὴν ὀρχήστραν τις προσειπὼν οὐκ ἂν ἁμάρτοι, τὸ πονηρό49.315 τατον ἐκεῖνο χωρίον καὶ νοσημάτων γέμον παντοδαπῶν, τὴν Βαβυλωνίαν κάμινον. Καθάπερ γὰρ εἰς κάμινόν τινα εἰς τὸ θέατρον τὴν πόλιν ἐμβαλὼν ὁ διάβολος, οὕτω κάτωθεν ὑποκαίει, οὐ κληματίδας ὑποτιθεὶς, καθάπερ ὁ βάρβαρος τότε ἐκεῖνος, οὐδὲ νάφθαν, οὐδὲ στυππεῖον, οὐδὲ πίσσαν, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα, πορνικὰς ὄψεις, αἰσχρὰ ῥήματα, διακεκλασμένα μέλη, πάσης γέμοντα πονηρίας ᾄσματα. Ἐκείνην μὲν οὖν βαρβαρικαὶ τὴν κάμινον χεῖρες ἀνῆψαν, ταύτην δὲ τὴν κάμινον ἀνοητότεροι τῶν βαρβάρων ἅπτουσι λογισμοί· χαλεπωτέρα αὕτη ἐκείνης, ἐπειδὴ καὶ τὸ πῦρ χαλεπώτερον· οὐ γὰρ σωμάτων καίει φύσιν, ἀλλὰ ψυχῆς εὐεξίαν λυμαίνεται· καὶ τὸ χαλεπώτερον, ὅτι οὐδὲ αἰσθάνονται οἱ καιόμενοι· εἰ γὰρ ᾐσθάνοντο, οὐκ ἂν πλατὺν γέλωτα ἐπὶ τοῖς γενομένοις ἠφίεσαν· ὅπερ οὖν ἐστι χαλεπώτατον, ὅταν τις νοσῶν μηδὲ αὐτὸ τοῦτο οἶδεν ὅτι νοσεῖ, καὶ καιόμενος ἀθλίως καὶ ταλαιπώρως, οὐκ αἰσθάνεται τῶν ἐμπρησμῶν. Τί τὸ ὄφελος τῆς νηστείας, ὅταν τὸ μὲν σῶμα κωλύσῃς τῆς νενομισμένης τροφῆς, τῇ δὲ ψυχῇ προσάγῃς τὴν παράνομον τροφήν; ὅταν διημερεύσῃς ἐκεῖ καθήμενος, βλέπων τὴν κοινὴν φύσιν ἀσχημονοῦσαν καὶ παραδειγματιζομένην, γυναῖκας πορνευομένας, μοιχείας ὑποκρινομένους ἐκεῖ τοὺς τὰ ἑκάστης οἰκίας κακὰ συλλέγοντας; Καὶ γὰρ καὶ πορνείας καὶ μοιχείας ἔστιν ἰδεῖν, καὶ βλασφημίας ἀκοῦσαι, ἵνα καὶ δι' ὀφθαλμῶν καὶ δι' ἀκοῆς ἡ νόσος ἐπεισίῃ τῇ ψυχῇ· μιμοῦνται τὰς ἀλλοτρίας συμφορὰς, ὅθεν αὐτοῖς καὶ τὸ ὄνομα τῆς αἰσχύνης ἐπίκειται. Τί οὖν τὸ κέρδος τῆς νηστείας, τοιαῦτα τῆς ψυχῆς σιτουμένης; ποίοις ὀφθαλμοῖς ὄψει τὴν γυναῖκα ἀπὸ τῶν θεαμάτων ἐκείνων; ποίοις ὄμμασιν ὄψει τὸν υἱὸν, ποίοις τὸν οἰκέτην, ποίοις τὸν φίλον; Ἀνάγκη γὰρ λέγοντα τὰ ἐκεῖ γινόμενα ἀσχημονεῖν, ἢ σιγᾷν καὶ καταδύεσθαι ἐρυθριῶντα. Ἀλλ' οὐκ ἐντεῦθεν οὕτως ἀναχωρεῖς, ἀλλ' ἕξεις ἐν τῇ οἰκίᾳ μετὰ πολλῆς τῆς παῤῥησίας πάντα τὰ λεγόμενα διηγεῖσθαι, προφητικὰς φωνὰς, ἀποστολικὰ δόγματα, νόμους δεσποτικοὺς, ἅπασαν τῆς ἀρετῆς παρατιθέναι τὴν τράπεζαν, καὶ γυναῖκα σωφρονεστέραν ποιεῖς τοῖς ἐντεῦθεν διηγήμασιν, καὶ υἱὸν συνετώτερον ἐργάζῃ, καὶ οἰκέτην εὐνούστερον, καὶ φίλον φιλικώτερον, καὶ τὸν ἐχθρὸν δὲ αὐτὸν πείθεις καταλῦσαι τὴν ἔχθραν. βʹ. Ὁρᾷς ὡς ταῦτα μὲν πανταχοῦ σωτήρια τὰ δόγματα, ἐκεῖνα δὲ ἄχρηστα